63
ᾠδαὶ ἀπατηλαί. ̓Απομόργματα. σφραγίδων ἐκτυπώματα. ̔Απαξάπαντα. ἀπὸ μικροῦ εως μεγάλου. ̓Απείραστον. ἀδοκίμαστον. ̓Αποθύμια. λυπηρὰ, τὰ μὴ καταθύμια. ἀπὸ τὸν θύω, θυμὸς καὶ ἀποθύμιον. ̓Αποφώλια. ἀπαίδευτα. Ομηρος· ηδη αλιτρος εσσι καὶ οὐκ ἀποφώλια εἰδώς. alpha.254 πῶς ουν ἁμαρτωλός τε καὶ ἀπαίδευτος; ἀλλὰ λέγει· πάνυ ημαρτες καὶ οὐκ ων ἀπαίδευτος, ὡς ειωθε λέγειν· θαυμάζω, πῶς σοφὸς ων, ημαρτες. γέγονε δὲ παρὰ τὸ φωλεόν· φωλεοὶ γὰρ τὰ παιδευτήρια, παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ διατρίβειν. η παρὰ τὸ φῆλος, ο σημαίνει τὸν ἀπατεῶνα, φήλιος καὶ ἐν συνθέσει ἀποφήλιος καὶ τροπῇ ἀποφώλιος. ἀποφωλίους τοὺς ἀπαιδεύτους ἐκάλουν. ̔Απλοῦν. ἀπερίεργον. καὶ ἁπλότης εξις ἀπερίεργος, τὸ πιστὸν ἑτοίμως εχουσα. η τὸ μηδὲν μετ' ἐπινοίας ἐξ αὐτοῦ πλάττον η λαλοῦν. ̓Απαθέσ. τὸ πάσης υλης χωρίς. καὶ ὑπὸ ταύτης οὐδαμῶς ο ἐστι νοηθῆναι δυνάμενον, η τὸ πάθους χωρὶς καὶ πάσης ἁφῆς ἀνώτερον. * ̓Αποδρευθέντα. ἐκτμηθέντα.* ( ̔Ρῆμα.) ̓Απεμφαίνει καὶ ἀπεμφαίνοντα. τὰ ἀπεοικότα καὶ ἀνάρμοστα. ̓Αποπερατοῦσαν. συμπληροῦσαν, συμπεραίνουσαν. ̓Απεσκολλυμένοσ. κυρίως ἐκτεταμένος· κόλλυς γὰρ ἡ ἐπὶ τοῦ ακρου θρὶξ, ην ἐφύλαττον ἀκούρευτον, θεοῖς ἀνατιθέντες. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ γεγυμνωμένου. ̓Απεξενωμένη. ἀλλοτρία. alpha.255 Απαγε. παῦσαι, μὴ γένοιτο. η ἀντὶ τοῦ· χρῶ τῇ ἀπαγωγῇ. ουτως ∆ημοσθένης. καὶ παροιμία· απαγε ξένον ἐν χειμῶνι. ἐπὶ τῶν ὀχληρῶν. ̓Απάγειν. ἐφηγεῖσθαι, γράφεσθαι, δικάζεσθαι. τούτων εκαστον ἐπὶ τῶν ἑτέρως κατηγορούντων λέγεται. ἀλλ' ἐὰν μὲν πρὸς διαιτητὴν ἡ δικασία γίνεται, καλεῖται δικάζεσθαι. ̓Απάγοντεσ. ἀπωθοῦντες, ἀπελαύνοντες. τὸν ανδρα ἀπάγοντες. ̓Απαγορεύει. ἀποτρέπεται, ἀρνεῖται. ἀπαγορεύουσι τῷ Φιλίππῳ, καὶ τὸν ∆έκιον ἀναγορεύουσιν-. ̓Απαλλάξασ. ἀντὶ τοῦ πείσας ἀποστῆναι. ουτως Κρατῖνος, ∆ημοσθένης καὶ αλλοι. ̓Απαλλάξαι καὶ ἀπαλλάξωμεν. ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν αλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. καὶ ἀπαλλάξαι ἀντὶ τοῦ φυγαδεῦσαι. προσωτάτω ̓Αρμενίας ἀπαλλάξαι. alpha.256 ̓Απαλλάξειεν. μετακινήσειεν. πῶς καλῶς αὐτῶν ἀπαλλάξειεν αν μετόρχιον. ̓Απαλλαξείοντεσ. ἐπιθυμίαν εχοντες ἀπαλλαγῆναι. ̓Απαλγήσαντασ. ἀντὶ τοῦ παυσαμένους ἀλγεῖν, ωσπερ καὶ τὸ ἀπολοφυράμενοι. ̓Απαλγοῦντεσ. ἀπογινώσκοντες. ἀπαλγοῦντας δὲ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπεῤῥώννυεν. ̓Απαλέξασθαι. ἀντιτάξασθαι. Σοφοκλῆς· οὐδὲν σθένομεν πρὸς ταῦτ' ἀπαλέξασθαι. ̓Απαλεξῆσαι. κωλῦσαι. καὶ ἀπαλέξαντες ὁμοίως. ̓Απαληθεύειν. τὸ ἀληθὲς ἐξευρίσκειν. καὶ ἀπαληθεύω τὸ τὴν ἀλήθειαν ἐκφαίνω. καὶ ἀπαληθεύοντι, τούτου τὸ δολερὸν ἀναφαίνεται. ̓Απαμυνεῖ. ἀποτρέψει. ̓Απαντᾷν καὶ συναντᾷν λέγουσιν ἑκατέρως τὸ παραγίνεσθαι εις τινα τόπον. ̓Απαντήσαντοσ. γενέσθαι φθάσαντος. ̓Απαντωμένων. συμβαινομένων, γινομένων. οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ην πρὸς τὸ κωλύειν τὴν ὁρμὴν τῶν ̔Ρωμαίων. alpha.257 ̓Απαξιῶν. ἀνάξιον ἡγούμενος. ̓Απαρνοῦντα. ὑποχωρήσαντα. -ἀν' ἑκάστην ἡμέραν ἀπαρνοῦντα τὸν στόλον εἰς τὴν οἰκείαν. ̓Απαρτῆσαι. τὸ κρεμάσαι. τὸ δὲ τελειῶσαι, ˉι. ̓Απῆμεν. ἀπὸ τοῦ ειω, τὸ πορεύομαι, ὁ μέσος παρακείμενος εια, καὶ τροπῇ τοῦ ˉε εἰς ˉη ηα, τὸ πληθυντικὸν ηαμεν καὶ κατὰ συγκοπὴν ημεν. οιον· προῇμεν τῇ βουλῇ. καὶ τὸ δεύτερον ητε καὶ ἀπῆτε. καὶ ταῦτα ὑπὸ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι. τοῦ τούτου ηα ὁ ὑπερσυντέλικος ηειν. ἐξ ου καὶ τὸ παρήειν, ἐξήειν. τὸ πληθυντικὸν, ηεισαν, καὶ κατὰ συστολὴν ἀπῄεσαν. ̓Αποτυμπανίσαι. οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνῳ ἀποτυμπανῶ. εστι δὲ ξύλον, οπερ σκυτάλην καλοῦσι. τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς πολεμίους· υστερον δὲ τῷ ξίφει, κᾳν τε δοῦλος ειη, κᾳν τε ἐλεύθερος. ̓Αποφηληκίζει. βιάζεται. ἀπὸ τῶν ὠμὰ σῦκα τρωγόντων. καὶ ἐπὶ τὰ αλλα μετῆκται. ἀπὸ τοῦ φήληξ, φήληκος. τοῦτο παρὰ τὸ σφάλλω· σφήληξ καὶ φήληξ· η παρὰ τὸ φῶ τὸ ἀπατῶ. ̓Απαρυστέον. ἀφαιρετέον. ἀπὸ τοῦ ἀρύω. alpha.258 ̓Απάρχεσθαι. τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμβαλεῖν. ̓Απαυθημερίζειν. αὐθήμερον