τοὺς τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται; Eἰ δὲ ἐν τῇ γενεαλογίᾳ ἑαυτοῖς καὶ ἀλλήλοις μαχό μενα λέγουσι, πῶς ἐν τοῖς λοιποῖς περὶ τοῦ σωτῆρος διδάγμασι τὸ ἀξιόπιστον κεκτῆσθαι δυνήσονται, ἐκ προοιμίων πρὸς ἀν τίῤῥησιν κινοῦντες τὸν μετὰ λόγου τῇ ἡμετέρᾳ θρησκείᾳ προσ τεθῆναι βουλόμενον; Ἀπόκρισις. Ἐν τῇ γενεαλογίᾳ τῇ κατὰ Λουκᾶν ὁ Ἡλεὶ μόνος ἐστὶ πατὴρ τοῦ Ἰωσὴφ κατὰ τὸν νόμον· ἀπὸ δὲ τοῦ Ἡλεὶ ἕως τοῦ Ναθὰν πάντες οἱ ὑποτεταγμένοι κατὰ φύσιν εἰσὶν υἱοὶ τῶν ὑπερτεταγμένων, τῶν διὰ τὴν σχέσιν, ἣν ἔχει ὁ Ἡλεὶ πρὸς τὸν Ἰωσήφ, πάππων καταλογιζομένων, τοῦ Ἰωσὴφ μὲν μό νου κατὰ τὸν νόμον, τῶν λοιπῶν δὲ πάντων κατὰ φύσιν. Τούτου δὲ οὕτως νοουμένου, ἀναιρεῖται πᾶσα ἡ τῶν εὐαγγελι στῶν ἐπὶ τῇ ἀντιλογίᾳ διαβολή, ἡ ἐκ τῆς παρανοίας τῶν ἐκεί νων φωνῶν νομισθεῖσα τοῖς παρανοήσασιν. Ἐρώτησις ρλβ. Eἰ κατὰ τὸν μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαν τος ἄπαιδος τὴν γυναῖκα τοῦ μετηλλαχότος λαμβάνων ἐπαιδο ποίει ἐξ αὐτῆς, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ ἀδελφῷ, ἆρα, εἰ συνέβη τὸν περιόντα ἀδελφὸν ἔχειν γαμετήν, σὺν ταύτῃ καὶ τὴν τοῦ τελευτήσαντος ἀδελφοῦ γαμετὴν εἰς γυ ναῖκα ἐλάμβανε; Καὶ πῶς τοῦτο οὐκ ἄτοπον; Eἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ γάμος οὐκ ἐπήγετο, καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπορον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιΐας μνημόσυνον; Τί δὲ καὶ τῷ ἀποθανόντι προσγί νεται τὸ ὄφελος, τὸ διὰ παιδοποιΐας ἑτέρου ἐκεῖνον μετὰ τέλος πατέρα ἀλλοτρίας γονῆς ὀνομάζεσθαι; Ἀπόκρισις. Τοῦ νόμου μὴ κωλύσαντος τοὺς Ἰσραηλίτας γυναῖκα λα βεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα ἀλλὰ καὶ αἰχμαλωτίδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον οὐδὲ βλάπτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναικὶ λαβεῖν τὸν περιόντα ἀδελφὸν τοῦ τετελευτηκό τος, τοῦ νόμου μὴ καταλυομένου. Πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ παραβάσει τοῦ νόμου ὑφίσταται. Κἂν συμβαίη δὲ στεῖραν τὴν τοῦ τελευτήσαντος γυναῖκα ὑπάρχειν, ἀλλ' ἄδηλον τοῦτο εἶναι δύναται τῇ γυναικί· τῷ δὲ ἀδήλῳ οὐκ ἔστι παραβῆναι ἢ παριδεῖν τὸν νόμον. Ἐτέθη δὲ ὁ νόμος οὗτος, ἵνα ὧν ἀφεί λετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προ νοίᾳ. Eἰ γὰρ μνημοσύνης ἕνεκεν καὶ κληρονομίας πρὸς τὸν γάμον οἱ ἄνθρωποι ἔρχονται, δῆλον ὅτι, ᾧτινι ἂν τρόπῳ παρακληθείη θεὸς ταῦτα παρασχεῖν ἀνθρώποις, ἀνωφελὲς οὐ γίνεται τὸ πρᾶγμα. Πρόσεστι δὲ τούτῳ τῷ νόμῳ καὶ ἕτερόν τι ὠφέλιμον, ἵνα ταύτῃ τῇ ἐπιγαμίᾳ ὁ κληρονόμος μείνῃ ἐν τῇ αὐτῇ φυλῇ καὶ μὴ μεταβῇ εἰς ἑτέραν φυλήν. Καὶ ἐπειδὴ ἅπαξ συναφθεῖσα ἡ γυνὴ τῷ ἀνδρὶ τῷ πρώτῳ ἓν σῶμα γέγονε, διὰ τοῦτο οὐ γίνεται πατὴρ ἀλλοτρίας γονῆς ὁ τελευτήσας, ἀλλὰ