1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

63

αὐτοῦ. Ἐγένετο δὲ ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς ∆αβὶδ, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτόν. Καὶ εἶπε πρὸς αὐτὸν ∆αβίδ· Πόθεν παρεγένου; Καὶ εἶπεν· Ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ σέσωσμαι. Καὶ εἶπε ∆αβὶδ πρὸς αὐτόν· Τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. Καὶ εἶπε· Φεύγει ὁ λαὸς ἐκ τοῦ πολέμου τῆς παρεμβολῆς, καὶ ἔπεσαν πολλοὶ ἐκ τοῦ λαοῦ, καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ τεθνήκασι. Καὶ ἐκράτησεν ὁ ∆αβὶδ τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ, καὶ πάντες οἱ ἄνδρες οἱ μετ' αὐτοῦ. Καὶ ἐκόψαντο, καὶ ἔκλαυσαν, καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ τὸν λαὸν Ἰούδα, καὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.» «Εἶπε Χουσὶ τῷ βασιλεῖ· Εὐαγγέλια, κύριέ μου βασιλεῦ. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Χουσί· Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσαλώμ; Καὶ εἶπεν ὁ Χουσί· 95.1244 Γένοιντο ὡς τὸ παιδάριον Ἀβεσαλὼμ οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ πάντες ὅσοι ἐπανέστησάν σοι εἰς κακά. Καὶ ἐδάκρυσεν ὁ βασιλεὺς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης, καὶ ἔκλαυσε, καὶ τάδε εἶπεν ἐν τῷ κλαίειν αὐτόν· Τέκνον ἐμὸν Ἀβεσαλώμ· Ἀβεσαλὼμ τέκνον ἐμόν. Τίς δῷ ἡμῖν θάνατον ἀντὶ σοῦ, Ἀβεσαλὼμ υἱέ μου;» «Παιδεύσω αὐτοὺς ἀντὶ ἀκοῆς τῆς θλίψεως αὐτῶν.» «Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται. Καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων. Καὶ ὁ ἄρχων ἐνδύσεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ μου τῆς γῆς παραλυθήσονται.»

ΤΙΤΛ. ΛΕʹ. -Περὶ ἀσπασμοῦ· ὅτι τὸ μετριάζειν εὔνοιαν προξενεῖ. «Ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα πρὸς Ἀβεσαλὼμ τοῦ προσκυνῆσαι αὐτῷ, καὶ

ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ κατεφίλει αὐτόν. Καὶ ἐποίησεν Ἀβεσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ, τοῖς παραγενομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα· καὶ ἰδιοποιεῖτο Ἀβεσαλὼμ τὰς καρδίας πάντων τῶν ἀνδρῶν Ἰσραήλ.» «Εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. Καὶ ἐὰν μὲν εἴη ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν. Ἐὰν δὲ μὴ εἴη ἀξία, ἡ εἰρήνη πρὸς ὑμᾶς ἐπιστραφήσεται.» Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσιν, γλυκὺν ἐν ταῖς ὁμιλίαις. Μὴ νομίζωμεν ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ κατόρθωμα τοῦτο, γίνεσθαι εὐπροσήγορον καὶ φιλοπροσήγορον.

ΤΙΤΛ. Λςʹ. -Περὶ ἀπαντημάτων, καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων. «Πορεύσονται εἰς ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ

θάψει αὐτοὺς Μαχμάς.» «Ὃν τρόπον ὅταν ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσῃ χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις.» «Ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἀναλωθήσεται ὑπὸ τῆς παγίδος.»

ΤΙΤΛ. ΛΖʹ. -Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας.

«Ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου.» «Ἡσυχάσεις, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε.» «Σὺ, Κύριε, καταμόνας ἐπ' ἐλπίδι κατῴκησάς με.» «Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω.» «Ἀνὴρ φρόνιμος ἡσυχίαν ἄγει.» «Ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός.» «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;» 95.1245 «Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κύκλωθεν.» «Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ τὸν ζυγὸν ἐν νεότητι. Καθήμενος καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ' ἑαυτῷ.» «Ἀναστρέψει Ἰακὼβ, καὶ ἡσυχάσει, καὶ ὑπνώσει εἰς τὸ σωτήριον Κυρίου, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν.» «Μάρθα, Μάρθα, μεριμνᾷς, καὶ τυρβάζεις περὶ πολλά.» «Παρακαλοῦμεν ὑμᾶς, ἀδελφοί μου, ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι