συγκροτήσας δυνάμεις, καὶ ταύτας εἰς τὸ ἀκριβὲς καθοπλίσας, τῆς βασιλευούσης ἀπάρας, διὰ τῆς Παλαιστίνης ἐχώρει, γῆς εὐδαίμονος, γάλα τε καὶ μέλι ῥεούσης, προφητικῶς εἰπεῖν. ἐνταῦθα φρουρίῳ προσβάλλει, τῷ τῇ Σύρᾳ φωνῇ καλουμένῳ Μέμπετζε· ὃ καὶ πολέμῳ καὶ ταῖς παντοδαπαῖς μηχαναῖς παρα 166 στησάμενος, τὰ τοῦ Σωτῆρος Χριστοῦ σανδάλια ἐκεῖσε ἀνευρηκὼς, ἀνείληφεν ὥς τι δῶρον οὐράνιον, καὶ τὰς τοῦ σεβασμίου τε Προδρόμου τρίχας, τοῦ Κήρυκος. καὶ τὰ μὲν αὖθις ἐν τῷ περιπύστῳ τῆς θεομήτορος σηκῷ, τῷ κατὰ τὴν ἀνακτορικὴν ἑστίαν δεδομημένῳ, ἀπέθετο, ὥς τινα πολύολβον θησαυρόν· τὰς δὲ ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν αὐτὸς ἐκ βάθρων ἀνήγειρεν. ἐκεῖθεν ἀπάρας Ἀπαμείᾳ προσέβαλε, φρούριον δὲ αὕτη ὀχυρὸν καὶ δυσάλωτον. ἀλλὰ καὶ ταύτην εὐαριθμήτοις ἡμέραις ᾑρηκὼς καὶ καταστρεψάμενος, ἐπὶ ∆αμασκὸν μετὰ τοῦ στρατεύματος ἴεται. οἱ δὲ ταύτην οἰκοῦντες, πολλοῦ τιμώμενα δῶρα ταῖς χερσὶν ἀνειληφότες, πρὸς τοῦ ἐμπορίου τῷ βασιλεῖ ὑπηντίαζον, παραιτούμενοί τε τὸν τούτου θυμὸν, καὶ τοῖς δώροις αὐτὸν ἐξευμενιζόμενοι. ὁ δὲ, φόρους αὐτοῖς τάξας ῥητοὺς καὶ ὑποσπόνδους Ῥωμαίοις ἀπεργασάμενος, ἐκεῖθεν ὁρμηθεὶς διὰ τοῦ Λιβάνου (ὄρος δὲ ὁ Λίβανος κατ' ἐκεῖνον τὸν χῶρον τραχὺ καὶ μέγιστον διατεῖνον, τήν τε Φοινίκην καὶ Παλαιστίνην ἀλλήλων ἀπείργει) ἐγκαρσίως ἠπείγετο, καὶ κατ' αὐτὴν τὴν ῥαχίαν ἀφικόμενος, τὴν Βορζῶ, πόλιν ἐρυμνωτάτην, ἐξ ἐπιδρομῆς εἷλεν. ἐντεῦθεν ἀπάρας ἐς Φοινίκην κάτεισι, καὶ τάς τε Βαλαναίας τὸ φρούριον αἱρεῖ, καὶ τὴν Βηρυτὸν πολιορκεῖ· ἐν ᾗ καὶ τὴν τοῦ Σωτῆρος ἐν εἰκόνι σταύρωσιν εὑρηκὼς, καὶ ταύτην ἐκεῖθεν ἀνειληφώς, ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν ἐκ βάθρων ἐδείματο, παρεκπέμπει. εʹ. Λέγεται δὲ περὶ ταύτης τῆς θείας εἰκόνος ἐξαίσιόν τι συμβεβηκέναι τεράστιον. φασὶ γὰρ κατά τινα ἑστίαν τῆς Βηρυτοῦ 167 ἄνδρα τὰ Χριστιανῶν πρεσβεύοντα παροικεῖν, καθ' ἣν καὶ τὴν ῥηθεῖσαν εἰκόνα σεβόμενον ἀναθέσθαι. χρόνον δὲ ὕστερον καθ' ἑτέραν οἰκίαν μεταναστεῦσαι, καὶ, κατὰ θείαν τινὰ πρόνοιαν, λήθῃ περισχεθέντα κατὰ τὴν προτέραν οἰκίαν τὴν εἰκόνα παραλιπεῖν. ταύτην δὲ τὴν ἑστίαν Ἰουδαῖον παρειληφέναι τινὰ, ὥστε καὶ κατοικεῖν· τὸν δὲ τῶν ὁμοθρήσκων αὑτοῦ τινας εἰς τὴν ὑστεραίαν ἡστιακέναι. οὓς τῷ δόμῳ ὑπεισελθόντας καὶ πρὸς ἐνώπια τὴν τοῦ Σωτῆρος σταύρωσιν ἀνατεθειμένην ἀθρήσαντας, δεινῶς λοιδορεῖσθαι τὸν Ἰουδαῖον, ὡς ἔκσπονδον τῆς σφῶν θρησκείας καὶ τὰ τῶν Χριστιανῶν σέβοντα. τὸν δὲ ὅρκοις αὐτοὺς διαβεβαιοῦσθαι, ἦν μὴν μὴ τὴν τοιαύτην εἰκόνα ἕως τοῦ παρόντος θεάσασθαι. αὖθις δὲ πρὸς αὐτὸν τοὺς παλαμναίους ἐκείνους εἰπεῖν καὶ, εἰ μὴ τὰ τῶν Χριστιανῶν ὀργιάζεις, ἔργοις ἡμᾶς πληροφόρησον , καὶ ταύτην τὴν λόγχην ἀνειληφώς, νύξον τὸ τοῦ Ναζαραίου εἰκόνισμα κατὰ τῆς πλευρᾶς, τὸν τρόπον, ὃν οἱ πατέρες ἡμῶν τοπάλαι τοῦτον σταυρώσαντες ἐλόγχευσαν. τὸν δὲ, τὴν λόγχην μεταχειρισάμενον, ὡς εἶχε θυμοῦ, καὶ μάλιστα πληροφορεῖν ἐκείνους βουλόμενον, τὸ περιαπτόμενον αὑτῷ ἔγκλημα κατεπειγόμενον ἀποτρίψασθαι, νύξαι τὴν τῆς εἰκόνος πλευράν. ἅμα δὲ τῇ προσβολῇ τῆς αἰχμῆς, πλῆθος καταῤῥεῦσαι σὺν ὕδατι αἵματος· τοὺς δὲ δυσσεβεῖς Ἰουδαίους πεπηγέναι τῷ φρικτῷ τοῦ θεάματος, καὶ τῆς φήμης διαδοθείσης, τοὺς τὰ Χριστιανῶν σέβοντας εἰσπηδῆσαί τε τὴν τοῦ Ἑβραίου ἑστίαν, καὶ τὴν σεπτὴν τοῦ Σωτῆρος ἀνειληφέναι σταύρωσιν, ἔτι τὸ θεῖον 168 ἐκβλύζουσαν αἷμα, καὶ εἰς ἱερὸν ἀναθεῖναι σηκὸν, καὶ τιμᾷν μεγαλοπρεπῶς. ταύτην ὁ βασιλεὺς τὴν θεάνθρωπον μορφὴν ἐκεῖθεν ἀνειληφώς, τῷ Βυζαντίῳ παρέπεμψεν, ὥς μοι ἤδη δεδήλωται. Ἐπεὶ δὲ τάς τε Βαλαναίας καὶ Βηρυτὸν τῷ πολεμεῖν ᾕρηκε, Τριπόλει προσβάλλει. καὶ μὴ οἷός τε ὢν ταύτην πολιορκεῖν ἐξ ἐπιδρομῆς (περιβόλοις γὰρ κατὰ