πᾶσιν ἀποταξάμενον, τὸν ἀσθενῆ καὶ παρειμένον καὶ ἀκεσωδύνου μᾶλλον θεραπείας καὶ ψυχαγωγίας ἐπιδεόμενον, τὸν ἀπειρηκότα τοῖς ὅλοις, ἀσθενοῦντα καὶ κακουχούμενον, τὸν ὡς κάλαμον συντετριμμένον καὶ ὄμβροις δακρύων ἐκτετηκότα τοὺς ὀφθαλμοὺς καὶ τὸ πρόσωπον. ἀλλ' εἰ καὶ ταῦτα τοιαῦτα καὶ τοσαῦτα πρὸς πειθὼ παρακλήσεως, μᾶλλον δὲ πλείω τούτων, ὅσῳ καὶ τὸ ἀγγελικὸν σχῆμα σιωπηρῶς σοι παρίσταται πρὸς παράκλησιν, ἀλλὰ σὺ πάντως τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ τοῦ βασιλεύειν ἐπιμανῶς καὶ ἀκορέστως τὸ πλεῖον τῆς ῥοπῆς ἐπιδώσειας, μήτε τὸ σχῆμα αἰδούμενος μήτε τὴν μητρῴαν θηλήν, ἧς οἱ παῖδες ἐκείνου καὶ σοὶ ἀδελφοὶ κοινῶς μετεσχήκατε. ὄψεται δὲ πάντως καὶ σέ ποτε ὄμμα τιτανῶδες καὶ κρόνιον, καὶ τὰς τύχας σοι πρὸς τὴν ὁμοίαν παραστήσει κακότητα. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν τῷ τραγῳδίας τρύφει διὰ τὸ πάθος παρεκβατικώτερον εἴρηται. ἐπιφοιτήσαντος δὲ τοῦ παγκακίστου τούτου καὶ ἀνοσίου προστάγματος, δεύτερος πάλιν ἀγὼν ὁ περὶ ψυχῆς καὶ φόβος οἷος καὶ κλόνος ἀπαραμύθητος τὸν ἐν τοσούτοις κατέλαβε δυστυχήμασι. διὸ καὶ λιταῖς τοῖς ποσὶ τῶν ἐκεῖσε ἀρχιερέων ἐκυλινδεῖτο, καὶ τὴν ἐκ τούτων βοήθειαν, ὅση τις ἡ ἰσχύς, μετὰ κατωδύνου καὶ ἀφορή 178 του τῆς συντριβῆς ἐξεκαλεῖτο θερμῶς. παρῆσαν γὰρ ἐκεῖσε ὅ τε Καλχηδόνος ὁ Ἡρακλείας καὶ ὁ Κολωνείας, τὰς σπονδὰς αὐτῷ συντελέσαντες. ὑπεμίμνησκε δὲ αὐτοὺς καὶ ὅρκων καὶ τῶν ἐκ τοῦ θείου νεμέσεων. οἱ δέ, καί περ βοηθῆσαι τούτῳ βουλόμενοι, ὅμως ἀσθενῶς ἔσχον ἀνδρῶν ἀπηνῶν ἅμα καὶ ὠμηστῶν ἀναρπασάντων αὐτὸν καὶ ὡς ἱερεῖον ἀγόντων ἐπὶ τὸ σφάγιον. καὶ εἰς τὸ κάστρον ἐγκλείσαντες, θαμὰ πρὸς πάντας ἐπιστρεφόμενον καὶ τὴν τῶν ἀρχιερέων κατόπιν παρρησίαν ἰδεῖν διηνεκῶς ἐπευχόμενον, οἰκίσκῳ τινὶ παραπέμπουσι, καί τινα Ἰουδαῖον ἀμαθῆ τὰ τοιαῦτα τὴν τῶν ὀφθαλμῶν αὐτοῦ διαχείρισιν ἐπιτρέπουσι. δήσαντες αὐτὸν ἐκ τεσσάρων, καὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πολλοὺς δι' ἀσπίδος ἐπιστηρίξαντες, φέρουσι τὸν Ἰουδαῖον περιωδύνως ἄγαν καὶ ἀπηνῶς σιδήρῳ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκταράττοντα, βρυχωμένου κάτωθεν καὶ ταύρειον μυκωμένου καὶ μηδένα τὸν οἰκτείροντα ἔχοντος. οὐ μὴν ἅπαξ τοῦτο παθὼν ἀφείθη τῆς τιμωρίας, ἀλλὰ τριχῇ τὸν σίδηρον τοῖς τούτου κατέβαψεν ὄμμασιν ὁ τῆς θεοκτόνου τυγχάνων σειρᾶς, ἕως καὶ πληροφορίαν δι' ὅρκου κείμενος ἔθετο πᾶσαν τὴν οἰκονομίαν ἐκχυθῆναι καὶ ἀπορρεῦσαι τῶν ἑαυτοῦ ὀφθαλμῶν. ἐγερθεὶς οὖν αἵματι διαβρόχους ἔχων τοὺς ὀφθαλμούς, θέαμα δ' οἰκτρὸν καὶ ἐλεεινὸν καὶ θρῆνον ἐπιφέρον τοῖς ὁρῶσιν ἀκάθεκτον, ἡμιθνὴς ἔκειτο, προκατειργασμένος μὲν καὶ τῇ νόσῳ, τότε δὲ 179 τοῖς ὅλοις ἀπαγορεύων καὶ τῆς βασιλικῆς ἐκείνης λαμπρότητος καὶ τῆς μέχρις οὐρανοῦ φθανούσης δόξης, μᾶλλον δὲ τῆς ὑπὲρ τῶν Ῥωμαίων ἀνδραγαθίας τοιαῦτα κομισάμενος τὰ ἐπίχειρα. προαχθεὶς οὖν ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος αὐτῆς, ὥσπερ πτῶμα σεσηπὸς εἵλκετο, τοὺς μὲν ὀφθαλμοὺς κατορωρυγμένους ἔχων, τὴν δὲ κεφαλὴν σὺν τοῖς προσώποις ἐξῳδηκυῖαν, καὶ σκώληκας ἐκεῖθεν δεικνὺς ἀποπίπτοντας. ἡμέρας δ' ὀλίγας διαλιπὼν ἐπωδύνως τὸν βίον, καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει, τῇ νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος κατὰ τὴν ταύτης ἀκρώρειαν, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον, κηδευθεὶς μὲν πολυτελῶς παρὰ τῆς πρὶν βασιλίδος καὶ ὁμευνέτιδος Εὐδοκίας, τῆς τοῦ κρατοῦντος μητρὸς (ἐκείνη γὰρ αἰτησαμένη τὸν υἱὸν τὴν νῆσον ταύτην καταλαβεῖν τούτῳ τὰ τῆς ὁσίας φιλοφρόνως ἐτέλεσε), μνήμην δὲ καταλιπὼν τοῖς μετέπειτα τῶν τοῦ Ἰὼβ ἐκείνου δυστυχημάτων ὑπερβαίνουσαν τὴν ἀκρόασιν. τοῦτο δὲ θαυμασιώτατον ἅμα καὶ γενναιότατον τοῖς πᾶσι διήγημα καταλέλοιπεν, ὅτι ἐπὶ τοῖς τηλικούτοις πειρασμοῖς καὶ ἀπαραμίλλοις κακοῖς οὐδὲν βλάσφημον ἢ μικρόψυχον ἀπεφθέγξατο, ἀλλ' εὐχαριστῶν διετέλει καὶ χρόνων