πράξεις ἀπηγορευμένας τὴν γλῶτταν ἀφήσω. καὶ πρῶτον μὲν ἑαυτὸν αἰσχύνω ἐπίρρητα καὶ ἄτοπα διηγούμενος πράγματα, ἐπεὶ καὶ πολλοῖς ἄλλοις γενήσομαι πρόσκομμα καὶ συγκεκαλυμμένας πράξεις ἀνακαλύψω, ὃ μηδέ ποτε φανοῦμαι εποιηκώς, καὶ ὑμεῖς μάρτυρες. ἀσμένως τοίνυν τὸ πρόστιμον ἀποδίδωμι καὶ ἀνταλλάττομαι τῆς ἐμῆς ζημίας τὸ τῶν πολλῶν ἀνύβριστον καὶ ἀξήμιον." Ἐπὶ τούτοις τὸ δικαστήριον ἅπαν ἡσύχασε, καὶ οἱ συνηγοροῦντες ἐπαύσαντο. τί γὰρ ἔδει γλώσσης προτεινούσης ἢ ἀντιτιθεμένης τοῦ προστίμου καταβαλλομένου; οὗ δὴ καὶ μόνου τὰ τῆς μνηστείας γραμματεῖα ᾐρώηνται, καὶ ὁ νόμος τῷ πραττομένῳ συνεπιτίθεται καὶ τὸ πραττόμενον τῷ νόμῳ συνηγορεῖ. ἐνταῦθα δὲ καὶ πλέον τι γέγονεν. ἐκ περιουσίας γὰρ ἄμφω· ἡ μαρτυρία διὰ τὴν τοῦ προστίμου δόσιν καὶ τὸ πρόστιμον διὰ τὰς τῶν μαρτύρων φωνάς. ἐπὶ τούτοις ὁ τῆς μνηστείας λέλυται σύνδεσμος, καὶ ὄναιτο τῆς οἰκείας ὁ βεστάρχης αἰδοῦς, ὅτι παρὰ ταύτην αὐτὸς μὲν ἐξημίωται, ἀμφοτέρων δὲ τὴν περὶ τὴν ὑπόληψιν ζημίαν ἀπήγαγεν. ἀλλὰ ταῦτα μὲν τοῦτον τὸν τρόπον ἐγένετο, διδοὺς δὲ τὸ πρόστιμον ὁ βεστάρχης, λόγον τινὰ περὶ τῆς προικὸς τῆς εἰσποιήτου αὐτῷ ἐγύμναζε θυγατρός. ἔφασκε γὰρ ὡς εἴκοσι λίτρας παρὰ τοῦ Ἐλπιδίου πρὸς τὴν ποσότητα τῶν πεντήκοντα λιτρῶν τῆς προικὸς κεχρεώστηται. τὸ γάρ τοι πρωτοσπαθαράτον ὅπερ αὐτῷ ἀντὶ λιτρῶν εἴκοσι δέδωκε, καθὰ δὴ καὶ τὰ γραμματεῖα τῆς μνηστείας διασαφοῦσιν, οὐκ ἀφῄρηται τούτῳ. ἀλλ' ὅτε καὶ τὴν περὶ τούτου ἱκετηρίαν πρὸς τὴν βασιλίδα ἔθετο, τἆλλα μὲν ἠξίου ἀφελεῖν, τὸ δὲ τοῦ πρωτοσπαθαράτου μὴ συναφελέσθαι ἀξίωμα, ὅτι φησίν, ἀντὶ μέρους προικὸς αὐτῷ δέδοται. τεθέαται δὲ καὶ τὸ τῆς δεήσεως ἡμῖν γραμματεῖον, καὶ τὴν γνώμην οὕτως ἡρμήνευεν. ἀλλὰ καὶ τὸ περὶ τῆς ἀτιμίας τούτου προσκυρωτικὸν πιττάκιον, ὀ δὴ πρὸς τὸ τοῦ ἰδικοῦ κατεπέμφθη σέκρετον, κατεστρῶσθαι μετὰ τῶν πρωτοσπαθαρίων τὸν Ἐλπίδιον διετάττετο, ὅτι περ τοῦτο καὶ ὁ βεστάρχης φησὶν ᾐτήσατο. καὶ ἡ τῆς δεήσεως δὲ λύσις οὕτως ἔχει τὸν πρόλογον· "κατὰ τὴν αἴτησίν σου γενήσεται". καὶ συνάγεται τὴν ὅλην προῖκα ἐπὶ τῆς ποσότητος τῶν πεντήκοντα λιτρῶν σώζεσθαι, μὴ ἀφαιρεθέντος τοῦ πρωτοσπαθαράτου, ἀλλ' ἀπολελειμμένου τῷ Ἐλπιδίῳ, οὐχ ὥστε δι' οἶκτον, ἀλλ' ἵνα μὴ ἡ προὶξ τῆς παιδὸς ἐλαττοῖτο· ἡ γὰρ πολλὰς ἂν ἀπονείμῃ τῷ Ἐλπιδίῳ τὰς χάριτας, ἀφῃρημένη μὲν ἅπερ ὁ βεστάρχης δι' αὐτὴν τῷ Ἐλπιδίῳ πεφιλοτίμηται, ἐκείνου δόντος τὰς ἀφορμὰς τῆς ἀφαιρέσεως, πρὸς δὲ καὶ τῆς προικὸς στερουμένη, καὶ ἀδοξίαν ὁμοῦ καὶ πενίαν κατακρινομένη. Ἐπεὶ δὲ καὶ ἀντιλέγειν ἐπικεχείρηκεν ὁ Ἐλπίδιος, καὶ ἀπεδοκίμαζε τὴν τοῦ πρωτοσπαθαράτου τιμήν, ἐῴκει ταῦτα αἰσχυνόμενος λέγειν ὡς εἰδὼς ὅθεν οἷ καταπέπτωκεν, οὐ παρὰ τοῦτο δὲ ὁ βεστάρχης ζημιωθήσεται. εἰ γὰρ μὴ καταδέχοιτο τὸ ἀξίωμα ὁ Ἐλπίδιος, ἐναλλαξάτω πρὸς ἕτερον εἴ γε δύναιτο, εἰ δὲ μὴ δύναιτο, τί παρὰ τοῦτο τῷ βεστάρχῃ χρεωστουμένῳ τὴν τούτου τιμὴν τὰς ἔικοσι λίτρας καθὰ δὴ ἐξ ἀρχῆς συμπεφώνηται; ἀλλὰ τί δὴ ἐπὶ πλέον τῷ λόγῳ ἀγωνιζόμεθα; κέκριται γὰρ καὶ τοῦτο τρόπον τινὰ παρὰ τῆς μεγάλης βασιλίδος, ὥσπερ δὴ καὶ τἆλλα, καὶ οὐ δεῖ πολλῶν ὑμῖν περὶ τούτου τῶν λόγων. ὁ μὲν γὰρ βεστάρχης, ὥσπερ ἐν δικαστηρίῳ τῷ ἱκεσίῳ γράμματι ἡρμήνευσεν, ὅπως δὴ αἱροῖτο ἀπολελείφθαι τὸ πρωτοσπαθαράτον τῷ Ἐλπιδίῳ, ὅτι προικὸς μέρος ἐστὶ καὶ κεχρεωστεῖται ἡ τούτου τιμή. ἡ δὲ βασιλὶς προσηκαμένη τὸν λόγον ἔν τε τῇ λύσει τὴν κρίσιν ἡρμήνευσε καὶ τῷ πρὸς τὸν ἰδικὸν πιττακίῳ τὴν αἰτίαν τοῦ καταλελείφθαι τὸ πρωτοσπαθαράτον τῷ Ἐλπιδίῳ ἐπέγραψεν. ἐπεὶ τοίνυν κρίσις καὶ περὶ τούτου προείληφε, καὶ τὴν κρίσιν τό τε τοῦ κρίναντος ἀξίωμα καὶ νόμοι ἐπισφραγίζουσιν, ὁ δὲ βεστάρχης δεκαπέντε τῷ Ἐλπιδίῳ κεχρεώστηκε λίτρας τὸ πρόστιμον, ὁ δέ γε Ἐλπίδιος εἴκοσιν ἀντὶ τῆς τοῦ πρωτοσπαθαράτου τιμῆς,