πλάσειεν οὐ σεσημμένη, σεσημμένη δ' ἕρπητα βιβρώσκοντά πως. Χυμὸς δ' ὁ δεινὸς καὶ μελάγχρους τὴν φύσιν, εἰ πᾶν συνέξει, σῆψιν οὐ δεδεγμένος μέλανα ποιήσειεν ἴκτερον φύσει, σεσημμένος δὲ τὴν τεταρταίαν ζέσιν, ἄτμητον ἐντός, εἰ δὲ μή, τετμημένην· εἰ δ' αὖ ἐπεισφρήσειεν εἰς ἓν χωρίον, σκίρρον μὲν ἐργάσαιτο μὴ σεσημμένος, σεσημμένου δὲ πολλὰ τεχθῇ θηρία, γάγγραινα, φαγέδαινα, πολλοὶ καρκίνοι. Τοῦ φλέγματος δὲ πολλαπλοῦ πεφυκότος (τὸ μὲν γὰρ ὡς ὕαλος αὐτὸς τυγχάνει, τὸ δ' ἁλυκὸν πέφυκεν, ὀξῶδες τρίτον, τὸ δὲ γλυκείας ποιότητός ἐστί πως), ὅπερ πέφυκεν ὡς ὕαλος τὴν φύσιν, τρόμων ἀνεκθέρμαντον ἐκφύσει φύσιν· τὸ δ' αὐτό σοι δράσειεν ὀξῶδες γένος· τὸ δ' ἁλυκόν τι πυρετοὺς καθ' ἡμέραν, ἀμφημερινοὺς προσφυῶς κεκλημένους· τὸ δὲ γλυκὺ προσηνές ἐστι τῇ φύσει. Γνωρισμάτων δὲ πυρετῶν ἐφημέρων ἡ γνῶσις αὕτη· πέψις οὔρων αὐτίκα, τὸ θερμὸν ἡδύ, τοῦ νοσοῦντος ἡ φύσις οὐ δυσφόρως φέρουσα τὴν ἀρρωστίαν, ἀρτηριῶν κίνησις οὐ τονουμένη. θυμοὶ δὲ τούτων αἴτιοι καὶ φροντίδες ἀγρυπνία τε καὶ κόπος καὶ ξηρότης, ἔγκαυσις ἢ σύντασις ἠδ' ἀσιτία. Τῆς σήψεως δὲ πυρετοὺς τοὺς ἐκγόνους ἐξεικονίζει θερμότης καὶ ξηρότης, δεινή, δριμεῖα, καὶ καπνώδης ἐσχάτως, μικροῦ κατεσθίουσα καὶ τοὺς δακτύλους· οὔρων ἔπειτα συμφυὴς ἀπεψία. Τῶν δὲ τριταίων κήρυκές σοι μυρίοι· ῥῖγος κλονῶδες, δίψος ἀκριβῶς φλέγον, ζέσις πυρίπνους, εἶτά πως ἡττωμένη, ἱδρὼς ἕτοιμος, εἰ ποτῷ χρήσαιό μοι, γαστρὸς τάραξις καὶ χολῆς ἀποβλύσεις, ὡρῶν δυοκαίδεκα τῇ ζέσει χρόνος. Σημεῖα δ' ἄλλα τοῦ τεταρταίου τρόμου· ψῦξις τὸ πρῶτον ἀσθενής τε θερμότης, οὖρόν τε λεπτόν, ὑδατῶδες, λευκόχρουν, σφυγμοί τ' ἀραιοὶ καὶ μέγιστοι πολλάκις. Ὁ δ' αὖ βαρύνων τὴν φύσιν καθ' ἡμέραν ἀμφημερινός ἐστιν ἠκριβωμένος· οὗ πρῶτόν ἐστιν ἀκριβὲς γνώρισμά τι ψῦξις δυσεκθέρμαντος, οὐ πολλὴ ζέσις, αὖθις κένωσις φλέγματος παχυτάτου, χροιά τις ὠχρόλευκος, οὔρων λεπτότης ἐρυθρότης τε πολλάκις καὶ παχύτης. Ὁ δ' ἠπίαλος συνθέτως κεκλημένος ἀμφημερινῷ σύγγονός πως τυγχάνει, ἐξ ὑαλώδους φλέγματος τετεγμένος, οὗ μὴ σαπέντος, ἐνσπαρέντος δ' εἰς ἅπαν, ῥίγους ἀνεκθέρμαντον ἀνθήσει φύσιν· ἐξ ἡμισείας δ' εἰ σαπῇ, τῇ διπλόῃ καὶ διπλόην ἔφυσεν ἀρρωστημάτων· ᾧ μὲν γὰρ οὐ σέσηπεν ἐμβάλλει ῥῖγος, ᾧ δ' ἐτράπη δράσειε θερμότητά πως. οἱ μὴ τετμημένοι δὲ τοῖς τετμημένοις ὁμοιοτήτων τυγχάνουσι πλειόνων, μία γὰρ αὐτοῖς φύσεως ἀνισότης, τὸ μὴ τελευτᾶν εἰς ἀθέρμαντον τέλος. Καύσου δὲ συμπτώματα ταῦτα τυγχάνει· δῆξις στομάχου, δίψα συντεταμένη, μέλαινα γλῶσσα, προσφυὴς ἀγρυπνία, παρεκτροπή τε τοῦ φρονοῦντος πολλάκις. Τῶν ἑκτικῶν δὲ τοὺς φθάσαντας ἐν τέλει εἰς τὸν μαρασμὸν ὧδε θηράσαιό μοι, πολλαὶ γὰρ αὐτοὺς δεικνύουσιν εἰκόνες· τὰ πρῶτα <...........................> ξηραὶ <..............................> ξηρὸν μέτωπον καὶ μύσις τῶν βλεφάρων σφυγμοί τε πυκνοὶ δέρματός τε ξηρότης καὶ ζωτικοῦ στέρησις ἄνθους σωμάτων. Ἀμφημερινὸς δ' εἰ τριταίῳ συνδράμοι, ἄτμητος, ὡς ἔοικε, τῷ τετμημένῳ, ἡμιτριταίου συμπλάσειεν οὐσίαν. οὗτος δὲ διπλοῦς ἐστιν, ἢ κατὰ κρᾶσιν ἢ τοῖς πέρασι τῶν δυοῖν μεμιγμένος. ἀλλ' εἰ μὲν ἴσοι συνδράμωσιν οἱ δύο, φρίκην ἀπειργάσαντο τὴν καλουμένην, μέσως ἔχουσαν ψύξεώς τε καὶ κλόνου· τοῦ δραστικωτέρου δὲ τῶν συγκειμένων ἴδοις ἐναργεῖς καὶ πλέον τὰς δυνάμεις. Πάθη δὲ λοιμοῦ δεινά πως καὶ ποικίλα· παρεκτροπαὶ νοῦ καὶ χολῆς ἀποβλύσεις, τῶν ὑποχονδρίων τάσεις τε καὶ πόνοι, ψῦξις, ἱδρῶτες, καὶ διάρροια πλέον, οὖρον χολῶδες, θώρακος σφοδρὰ ζέσις, δίψα δριμεῖα, γλῶσσα συμπεφρυγμένη. Τῆς συγκοπῆς δ' αὖ αἴτια ταῦτα φρόνει· ἀγρυπνίαν, κένωσιν, ἄλγημα τρῦχον. Σύντηξίς ἐστι τῆς καθ' ἡμᾶς οὐσίας φθορὰ πρόδηλος γαστρόθεν κενουμένη. Ὀρέξεως ἔκπτωσις ἐκ διττοῦ τρόπου· χυμῶν πονηρῶν κράσεώς τε δυσκράτου. Ὁ βούλιμος δὲ παντελὴς ἀσιτία. ἡ δ' αὖ κυνώδης τῆς ὀρέξεως τάσις ἐκ φλέγματος μέν ἐστιν ὀξώδους φύσει, τοῦ δ'