1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

63

τί ἐπάξει ἡμῖν ὁ πάντα ἰσχύων θεός, ἔτυχον τῆς θείας ἐπικουρίας καὶ ὕστερον ἐνεπλήσθησαν οἱ οἶκοι αὐτῶν ἀγαθῶν. λέγει δὲ τοῦτο αἰνιττόμενος ὅτι· καὶ σὺ ἐὰν ἦς δίκαιος, τῆς τοῦ θεοῦ βοηθείας οὐκ ἀποτεύξει. ἄλλως· μὴ τὰ ἐξ ἀρχῆς περὶ τῶν ὁδῶν τῶν ἀσεβῶν ἔγνως, ἅστινας 196 ὁδοὺς τῶν ἀσεβῶν κατεπάτησαν οἱ δίκαιοι ἄνδρες; οὗτοι δὲ οἱ ἀσεβεῖς καὶ ἄωροι τὸν βίον ἐτελεύτησαν καὶ ἐκ θεμελίων καταπεπτώκασιν ὡς ὑπὸ πλημύρας κατασεισθέντες. ἔλεγον γάρ· τί ἡμῖν δύναται ποιῆσαι ὁ θεός; καίτοιγε ἀφθόνων ἀγαθῶν παρ' αὐτοῦ τυχόντες καὶ δέον εὐχαριστεῖν ἀχαριστίας ἐφθέγγοντο ῥήματα. καὶ κατὰ ταύτην δὲ τὴν ἔννοιαν πλήττει τὸν Ἰὼβ ὡς ἀχάριστον πρὸς θεὸν γενόμενον καὶ διὰ τοῦτο τιμωρούμενον. 22, 18 βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ. τούτων τῶν ἀσεβῶν τὰ βουλεύματα μακρύνουσιν ἀπ' αὐτῶν τὸν θεόν, ἐπειδὴ μακράν εἰσιν ἀπὸ τοῦ θεοῦ ἃ βουλεύονται. 22, 19 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. εἰ μὴ ἠφάνισται ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. τί ἰδόντες οἱ δίκαιοι κατεγέλασαν; τί δὲ καὶ ὁ ἄμεμπτος ἐμυκτήρισεν; εὔδηλον ὅτι τὴν βουλὴν τῶν ἀσεβῶν καὶ τὰ αὐτοῖς συμβησόμενα τόν τε ἀφανισμὸν τῆς αὐτῶν ὑποστάσεως καὶ τὴν διὰ πυρὸς δαπάνην τῶν αὐτοῖς ὑπολελειμμένων. 22, 21 γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς; εἰ δὲ καί, φησίν, σκληρύνεις τὴν καρδίαν σου καὶ ἀντίτυπα βουλεύσῃ πρὸς θεόν, τῇ πείρᾳ μαθήσῃ, ὡς ἀνυπόστατος ἡ θεία δίκη καὶ οὐδὲ καρπὸν ἕξεις ἐν τῇ τῶν ἀγαθῶν ἀπολαύσει γινόμενον, τουτέστιν· παῖδας ἢ τοὺς ἀπ' ἐκείνων. 197 22, 22 ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου. τοῦτο λέγει ὅτι· εἰ δὲ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ θεοῦ καὶ δέξαι θεῖα ῥήματα ἐν τῇ καρδίᾳ, ὡς ὕστερον τυχὸν Ἰερεμίας ἤκουσεν· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἢ ἐξηγορίαν τὴν ἐξομολόγησιν λέγει προτρέπων εἰς μετάνοιαν τὸν Ἰώβ. ἐξομολόγησαι, τοίνυν φησίν, τοῦτο παρὰ θεοῦ διδασκόμενος καὶ ἐγκαρδίους τοὺς αὐτοῦ ποιούμενος λόγους. 22, 23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. ἐὰν δέ, φησίν, μετανοήσῃς καὶ γένῃ ταπεινὸς ἐνώπιον τοῦ θεοῦ, ἀπεδίωξας ἀπὸ σαυτοῦ πᾶσαν ἀδικίαν. 22, 24 θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ἐν πέτρᾳ χειμάρρου Σωφείρ. μετανοῶν, φησίν, τεθήσει ἐπὶ τῆς γῆς ἐν ἀσφαλείᾳ, ἀντὶ τοῦ· ἀσφαλῶς οἰκήσεις τὴν γῆν. τοῦτο γὰρ σημαίνει τὸ ἐπὶ χώματι ἐν πέτρᾳ. οὕτω δὲ καὶ χρυσὸς ἐπιρρεύσει σοι, κειμένῳ δὲ ἐν τῇ ἀσφαλείᾳ, ὡς χείμαρρος χρυσοῦ ῥέων ἐκ Σουφείρ. Σουφεὶρ δέ ἐστι τόπος, ἐν ᾧ χρυσὸς κάλλιστος καὶ λίθοι τίμιοι γίνονται· καὶ μεταβαλλόμενον δὲ εἰς τὴν Ἑλλάδα φωνὴν τὸ Σουφεὶρ κάλλιστον ἑρμηνεύεται. τινὲς δὲ εἶπαν Σουφεὶρ τὴν Ἀφρικὴν εἶναι. κέχρηται τῷ τόπῳ ἡ γραφή, ὅτε περὶ πλούτου διαλέγεται. 198 22, 25 ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἄργυρον πεπυρωμένον. μετὰ δὲ τὴν διὰ τῶν βασάνων κάθαρσιν καὶ τὴν δι' αὐτῶν πύρωσιν καὶ τὴν ἐξομολόγησιν ἕξεις καὶ τὴν θείαν ἐπικουρίαν· ἐκλάμψεις δὲ καθαρὸς γεγονὼς καὶ πάσης κακίας ἀμιγὴς ἴσα καὶ ἀργύρῳ διὰ πυρὸς κεκαθαρμένῳ. 22, 26 εἶτα παρρησιασθήσει ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς. μετὰ δὲ τὴν κάθαρσιν δηλονότι καὶ τὴν ἐξομολόγησιν τὴν ἐκ θεοῦ βοήθειαν λαβών. 22, 27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς. ἀλλὰ καὶ ὑπήκοός σοι γινόμενος ὁ θεὸς αὐτὸς ἐνισχύσει σε εἰς πέρας ἀγαγεῖν σου τὰς εὐχάς. εὐχὰς δὲ λέγει τὰς πρὸς θεὸν ὑποσχέσεις· καὶ γὰρ εἴτε χρήματα τῷ θεῷ ταξόμεθα εἴτε νηστείαν εἴτε ἁγνείαν εἴτε ὅτι δήποτε, εἰ μὴ αὐτὸς ἡμᾶς ἐνισχύσει, ἀδυνατοῦμεν εἰς πέρας ἀγαγεῖν τὰς εὐχάς. 22, 28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φῶς. καὶ ἀποδώσει σοι τὴν δικαίῳ πρέπουσαν διαγωγήν, καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου φωτὸς ποδηγουμένῳ. 22, 29 ἡ δὲ αἰτία, ὅτι ἐταπείνωσεν ἑαυτόν, καὶ ἐρεῖ· ὑπερηφανεύσατο.