1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

63

τὴν δὲ λοιπὴν 6.4.4 ἐτειχίσατο ἐν τῷ τῆς οἰκοδομίας ἐχυρῷ μάλιστα. καὶ ἱερὸν μὲν ἀξιοθέατον τῇ θεοτόκῳ τῇδε ἀνέθηκεν, ἐκκλη6.4.5 σίας δὲ τέτταρας ἐδείματο ἄλλας. πρὸς δὲ καὶ ἀνῳκοδομήσατο τὰ τῇδε γεγονότα ἐν τοῖς ἄνω χρόνοις καὶ καταπεπτωκότα βασίλεια, Σεβήρου βασιλέως τοῦ παλαιοῦ ἔργον· ὃς δὴ ἐνθένδε ὁρμώμενος μνημεῖα τῆς εὐδαιμονίας τὰ βασίλεια τάδε ἀπέλιπεν. 6.4.6 Ἀλλὰ γὰρ ἐνταῦθα γενόμενος τοῦ λόγου τὸ ξυνενεχθὲν ἐπὶ Λεπτιμάγνης ἐν χρόνῳ τῷ καθ' ἡμᾶς ὡς ἥκιστα στωπήσομαι. ἤδη μὲν Ἰουστινιανοῦ τὴν βασιλείαν παραλαβόντος, οὔπω δὲ πόλεμον τὸν Βανδιλικὸν ἀνῃρημένου, Μαυρούσιοι βάρβαροι, οἱ Λευάθαι καλούμενοι, βιασάμενοι τοὺς Λιβύης τότε κυρίους Βανδίλους, ἔρημον ἀν6.4.7 θρώπων τὴν Λεπτιμάγναν παντάπασι κατεστήσαντο. ἐν χώροις δὲ λοφώδεσι ξὺν τοῖς ἡγεμόσι διατριβήν τινα ἔχοντες Λεπτιμάγνης οὐ πολλῷ ἄποθεν, φλόγα πυρὸς 6.4.8 ἐξαπιναίως ἐν μέσῃ τῇ πόλει τεθέανται. πολεμίους τε ὑποτοπήσαντες ἐνδήμους ἐνταῦθα γενέσθαι, δρόμῳ ἐπ' 6.4.9 αὐτοὺς ἐβοήθουν πολλῷ. ἀνθρώπων τε οὐδένα εὑρόντες ἐπὶ τοὺς μάντεις τὸ πρᾶγμα ἦγον, οἳ δὴ τῷ ξυμβεβηκότι τεκμηριούμενοι τὴν Λεπτιμάγναν οὐκ εἰς μακρὰν οἰκι6.4.10 σθήσεσθαι προὔλεγον. οὐ πολλῷ τε ὕστερον ἀφικόμενος ὁ τοῦ βασιλέως στρατὸς Λιβύην τε τὴν ἄλλην καὶ Τρίπολιν ἔσχε, Βανδίλων τε καὶ Μαυρουσίων καθυπέρτερος τῷ πολέμῳ γεγενημένος. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι. 6.4.11 Ἐν ταύτῃ τῇ πόλει βασιλεὺς Ἰουστινιανὸς καὶ λουτρῶνας ἐν δημοσίῳ πεποίηται, τόν τε περίβολον τῆς πόλεως ἐκ θεμελίων τῶν ἐσχάτων ᾠκοδομήσατο, καὶ τοῖς τε βαλανείοις τοῖς τε ἄλλοις πᾶσιν ἐς πόλεως αὐτὴν κατε6.4.12 στήσατο σχῆμα. τούς τε πλησιοχώρους αὐτῇ βαρβάρους, οἳ Γαδαβιτανοὶ ἐπικαλοῦνται, κατακόρως ἐς τόδε τοῦ χρόνου τὴν Ἑλληνικὴν καλουμένην ἀθεΐαν δοξάζοντας, Χριστιανοὺς διεπράξατο γενέσθαι τανῦν προθυμίᾳ τῇ 6.4.13 πάσῃ. ἀλλὰ καὶ Σαβραθὰν ἐτειχίσατο πόλιν, οὗ δὴ καὶ λόγου ἀξίαν πολλοῦ ἐκκλησίαν ἐδείματο. 6.4.14 Πόλεις δὲ δύο εἰσὶ ταύτης ἐν ἐσχάτῳ τῆς χώρας, Τάκαπά τε καὶ Γίργις, ὧν δὴ κατὰ μέσον Σύρτεις τὰς μι6.4.15 κρὰς ξυμβαίνει εἶναι. ἐνταῦθα γίνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον ἡλίκον. ἡ θάλασσα ἐν στενῷ θλιβομένη ἀπεργάζεται μηνοειδῆ κόλπον, ᾗπερ γίνεσθαι καὶ 6.4.16 κατὰ τὰς ἄλλας Σύρτεις ἐρρήθη. ἀναβαίνει δὲ εἰς τὴν ἤπειρον πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρί, ἀμφί τε τὰ πρὸς ἑσπέραν ἐπάνεισιν αὖθις, ἐπιλιποῦσα ἐπὶ ξηροῦ 6.4.17 τὴν ἠϊόνα ταύτην κατὰ ταὐτὰ ταῖς ἄλλαις ἀκταῖς. οἵ τε ναῦται εἰς τὴν ἤπειρον ἀναγόμενοι θάλασσαν ἐπὶ καιροῦ γεγενημένην, τῆς μὲν ἡμέρας ὡς πορρωτάτω τὰ εἰωθότα ναυτίλλονται, ἀμφὶ δείλην δὲ πάντως ὀψίαν ὡς ἐν γῇ αὐλισόμενοι συσκευάζονται, κοντούς τινας ἐν παρασκευῇ 6.4.18 μακροὺς ἔχοντες. ἐπειδάν τε τάχιστα τοῦ ῥοθίου αἴσθωνται ὑπόπτως ἐς τὴν ἀναχώρησιν ἔχοντος, οἵδε τοὺς κοντοὺς ἔχοντες καὶ διαχειρίζοντες ἐκπηδῶσιν ἐν ὀκνήσει 6.4.19 οὐδεμιᾷ ἐκ τῆς νεώς. νηχόμενοι δὲ πρῶτον, εἶτα ἑστήκασιν, ἡνίκα ἂν σφίσι τὸ ὕδωρ οὐχ ὑπεραίροι τὰ πρόσ6.4.20 ωπα. ἔκ τε τῶν ἄκρων τοὺς κοντοὺς ἐπὶ τῆς γῆς προσουδίσαντες ἐν ξηρῷ ἤδη γεγενημένης ἢ ἐσομένης αὐτίκα δὴ μάλα, ὀρθοὺς ἱστᾶσιν, ὑποκεισομένους τῷ πλοίῳ καὶ μετεωρίσοντας ἑκατέρωθεν, ὡς μὴ ἐπικλῖναν ἐπὶ θάτερα 6.4.21 συντριβὲς γένηται. τῇ δὲ ὑστεραίᾳ ὄρθρου βαθέος ἡ μὲν ἤπειρος μεταμφιασαμένη τὴν θάλασσαν ἐπικυρτοῦται 6.4.22 κυμαίνουσα, τὰ δὲ πλοῖα ἐπαιρόμενα πλεῖ. οἵ τε ναῦται περιελόντες ἐπικαιριώτατα τοὺς κοντοὺς ναυτίλλονται 6.4.23 αὖθις. παράλλαξίν τε οὐδεμίαν τοῦ ἔργου γενέσθαι ξυμβαίνει, ἀλλ' ἐς ἡμέραν ἑκάστην ἡ τῶν στοιχείων διαδοχὴ ἐπιγίνεται. 6.5.1 Μετὰ δὲ Τρίπολίν τε καὶ Σύρτεις ἡμεῖς ἐπὶ Λιβύην 6.5.2 τὴν ἄλλην ἴωμεν. ἀρκτέον δὲ ἡμῖν ἐκ Καρχηδόνος, ἣ μεγίστη τε καὶ ἀξιολογωτάτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, τοσοῦτον πρότερον ὑπειποῦσιν, ὡς ἡνίκα Γιζέριχός τε καὶ Βανδίλοι Λιβύην ἔσχον, ἐνθύμημα ἐπιγέγονεν 6.5.3 αὐτοῖς ἀξιώλεθρόν τε καὶ πρέπον βαρβάροις. ἄμεινον γὰρ ἐλογίσαντο σφίσι τὰ πράγματα