εἰς ἐπήκοον τῷ βασιλεῖ καὶ τοῦ λαοῦ παντὸς ἀναφωνούντων, ἐστασίασαν κατ' αὐτῶν οἱ τοῦ Κοπρωνύμου σχολάριοι, καὶ γυμνώσαντες τὰ ξίφη αὐτῶν τὸν σύλλογον διέλυσαν· οὓς οἱ βασιλεῖς αὐτίκα τῆς πόλεως ὑπεξαγαγόντες ἀόπλους προφάσει εὐωχίας εἰς τὰ Μαλάγινα πρὸς τὰς ἰδίας χώρας ἀτίμως ἐξήλασαν. τὸν δὲ θεῖον Ταράσιον σὺν τοῖς προρρηθεῖσιν ἐπισκόποις ἐν Νικαίᾳ ἀπο196 στέλλουσι· καὶ γενομένης συνόδου ἀπέλαβεν ἡ ἐκκλησία τὸν ἀρχαῖον αὐτῆς κόσμον, συνελθόντων πατέρων τὸ δεύτερον ἐν Νικαίᾳ τνʹ, οἳ τὰς εἰκόνας σὺν τῷ σταυρῷ διωρίσαντο προσκυνεῖσθαι. Φθόνῳ δέ τινες φερόμενοι τῶν προσφιλῶν Εἰρήνης τῆς βασιλίσσης, βουλόμενοι οὗτοι τὰ πράγματα διοικεῖν, συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ πείσαντες αὐτὴν ὡς οὐκ ἔστιν ὡρισμένον παρὰ θεῷ τοῦ κρατῆσαι τὸν υἱόν σου· σὴ γάρ ἐστιν ἡ βασίλεια. αὕτη δὲ ὡς ἅτε γυνὴ ἐξαπατηθεῖσα, στέργουσα δὲ καὶ τὸ φίλαρχον, ἐβεβαιώθη τῷ νοῒ οὕτως εἶναι, καὶ τῷ υἱῷ οὐδεμίαν ἐξουσίαν ἐνεχείρισεν. ὁ οὖν βασιλεὺς εἰκοσαετὴς ὢν καὶ ῥωμαλεώτατος πάνυ καὶ ἱκανὸς ἐν τοῖς πολέμοις ἐλυπεῖτο μηδὲν ἐξουσιάζων, καὶ ἐμελέτησε κατὰ τῆς μητρὸς αὐτοῦ. ἡ δὲ τοῦτο γνοῦσα παρὰ τοῦ Σταυρακίου τοὺς μὲν οἰκείους αὐτοῦ ἀνθρώπους πάντας τύψασα ἐξώρισε, τὸν δὲ υἱὸν αὐτῆς πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησε· πάντα δὲ τὸν στρατὸν καὶ πάντας τοὺς ἐν τέλει ὀμόσαι πεποίηκεν ὅτι ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι. Ἀρμενιακοὶ δὲ μόνοι τοῦτο οὐ κατεδέξαντο, ἀλλὰ Κωνσταντῖνον καὶ Εἰρήνην ὡς ἐξ ἀρχῆς εὐφήμουν. ἡ δὲ ἀπέστειλεν Ἀλέξιον δρουγγάριον τῆς βίγλης, ᾧ ἐπίκλην Μωσηλέ, πρὸς τὸ πεῖσαι αὐτούς. οἱ δὲ τοῦτον κρατήσαντες αὐτὸν ἄρχειν αὐτῶν προεβάλοντο, τὸν ἴδιον στρατηγὸν φρουρή197 σαντες, Κωνσταντῖνον μόνον εὐφήμουν. τοῦτο δὲ μαθόντες καὶ οἱ τῶν λοιπῶν θεμάτων λαοὶ ὁμοίως εὐφήμουν, τοῦ διαβόλου τὴν τοιαύτην ἄρνησιν καὶ ἐπιορκίαν τοῖς ἀνθρώποις ὑποβαλόντος. φοβηθεῖσα δὲ ἡ Εἰρήνη τὸ τοῦ λαοῦ ὅρμημα ἐξαπέστειλε τὸν υἱὸν αὐτῆς πρὸς τὸ στράτευμα. αὐτοὶ δὲ τοῦτον αὐτοκράτορα εὐφήμησαν, τὴν μητέρα αὐτοῦ ἀποκηρύξαντες, τὸν δὲ Ἀλέξιον ἐκύρωσαν στρατηγὸν τῶν Ἀρμενιακῶν. ὑποστρέψας δὲ ἐν τῇ πόλει, Σταυράκιον καὶ Ἀέτιον πρωτοσπαθαρίους καὶ οἰκείους αὐτῆς ἀνθρώπους ἀνηλεῶς τύψας ἐξώρισεν, ὡσαύτως καὶ τοὺς λοιποὺς οἰκείους αὐτῆς εὐνούχους· αὐτὴν δὲ μετὰ ἀπαθειῶν ἐκάθισεν ἐν τῷ οἴκῳ τῷ Ἐλευθερίου, ᾧ αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ καὶ τὰ πλεῖστα χρήματα κατέκρυψεν. Ἐγένετο δὲ καὶ ἐμπρησμός, καὶ ἐκάη ὅ τε τρίκλινος τοῦ πατριαρχείου ὁ λεγόμενος Θωμαΐτης, καὶ αἱ καμάραι αἱ ὑποκάτω, ἔνθα ἀπέκειντο καὶ τὰ σχέδη πάσης γραφῆς, ἃ ἡρμήνευσεν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος· καὶ διῆλθεν ἡ φλὸξ ἕως τοῦ μιλίου καὶ τοῦ κοιαιστωρίου, πανταχόθεν ἐπινεμομένη, ἕως οὗ πάντα κατέκαυσεν. ὁ δὲ βασιλεὺς ἐξῆλθε κατὰ Βουλγάρων, καὶ τούτους ληισάμενος καὶ νικήσας ὑπέστρεψεν. ὡσαύτως καὶ ἐν Ταρσῷ μετὰ στρατοῦ πολλοῦ ἀπῆλθε κατὰ Ἀράβων, καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. παρακληθεὶς δὲ ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν 198 τέλει αὖθις ἀναγορεύει αὐτὴν εὐφημεῖσθαι, ὡς ἐξ ἀρχῆς, Κωνσταντῖνον καὶ Εἰρήνην, τοῖς πᾶσι διεκελεύσατο. καὶ πάντες μὲν πειθαρχοῦσιν, Ἀρμενιακοὶ δὲ μόνοι στασιάζουσι, καὶ ἐπιζητοῦσιν Ἀλέξιον τὸν Μουσηλέ, ὃν ἐτίμησε πατρίκιον καὶ μεθ' ἑαυτοῦ εἶχεν ὁ βασιλεύς. τοῦτον οὖν διὰ τὴν τοιαύτην ἐπιζήτησιν καὶ διά τινας λόγους οὓς ἤκουεν, ὡς μέλλειν βασιλεύειν αὐτόν, δείρας καὶ κουρεύσας ἐν εἱρκτῇ ἀπέκλεισε. τῶν δὲ ταγμάτων καὶ θεμάτων ἐν τῇ πόλει ἐπισυναχθέντων, ἐβούλοντο ποιῆσαι Νικηφόρον τὸν τῶν ἀποκαισάρων εἰς βασιλέα. τοῦτο γνοὺς καὶ ἀποστείλας ἐξήγαγεν ἀμφοτέρους τοὺς υἱοὺς Κωνσταντίνου τοῦ πάππου αὐτοῦ ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ τὸν μὲν Νικηφόρον δεινῶς ἐτύφλωσε, Χριστοφόρον δὲ καὶ Νικήταν, Ἄνθιμον καὶ Εὐδόκιμον ἐγλωσσοκόπησε· σὺν αὐτοῖς δὲ καὶ Ἀλέξιον τὸν Μουσηλὲ ἐτύφλωσε, πεισθεὶς ταῖς μητρικαῖς εἰσηγήσεσι. τοὺς δὲ Ἀρμενιακοὺς χειρωσάμενος καὶ πολέμῳ