1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

63

λόγους παραινεῖ μὴ ἀκριβῶς ἐν τῷ μικτῷ ζῴῳ μηδὲ ἀκραι φνῶς τὸ ἀγαθὸν ἀπαιτεῖν, καί φησιν· "Πρῶτον τοίνυν λεκτέον ὡς τὸ καλὸν ἐν τῷ μικτῷ ζητοῦντας χρὴ μὴ πάντῃ ἀπαιτεῖν, ἀλλ' ὅσον τὸ καλῶς ἐν τῷ μικτῷ ἔχει, μηδὲ ἐν δευτέροις ζητεῖν τὰ πρῶτα, ἀλλ' ἐπειδὴ καὶ σῶμα ἔχει, ξυγχωρεῖν καὶ παρὰ τούτου ἰέναι εἰς τὸ πᾶν, ἀπαιτεῖν δὲ παρὰ τοῦ λόγου, ὅσον ἠδύνατο δέ 6.69 ξασθαι τὸ μῖγμα εἰ μηδὲν τούτῳ ἐλλείπει." Εἶτα νεμεσᾷ τοῖς ἀγωνίζεσθαι μὲν ὑπὲρ ἀρετῆς μὴ βουλομένοις, σώζεσθαι δὲ ἀξιοῦσι παρὰ Θεοῦ, καί φησιν· "Νῦν δὲ οἱ μὲν ἄοπλοι, οἱ δὲ ὁπλισθέντες κρατοῦσιν, ἔνθα οὐ θεὸν ἔδει ὑπὲρ τῶν ἀπολέμων αὐτὸν μάχεσθαι· σώζεσθαι γὰρ ἐκ πολέμων φησὶ δεῖν ὁ νόμος ἀνδριζομένους, ἀλλ' οὐκ εὐχομένους· οὐδὲ γὰρ κομίζεσθαι καρποὺς εὐχομένους, ἀλλὰ γῆς ἐπιμελουμένους· οὐδὲ ὑγιαίνειν μὴ ὑγείας ἐπιμελουμένους, οὐδ' ἀγανακτεῖν δέ, εἰ τοῖς φαύλοις πλείους γίνοιντο οἱ καρποί, ἢ ὅλως αὐτοῖς γεωργοῦσιν ἢ ἄμεινον. Ἔπειτα γελοῖον τὰ μὲν ἄλλα πάντα τὰ κατὰ τὸν βίον γνώμῃ τῇ ἑαυτῶν πράττειν, κἂν μὴ ταύτῃ πράττωσιν ᾗ θεοῖς φίλα, σώζεσθαι δὲ μόνον παρὰ θεῶν οὐδὲ ταῦτα ποιήσαντας, δι' ὧν κελεύουσι τούτους οἱ θεοὶ σώζεσθαι. Καὶ τοίνυν οἱ θάνατοι αὐτοῖς βελτίους ἢ τὸ οὕτω ζῶντας εἶναι, ὅπως ζῆν αὐτοὺς οὐκ ἐθέλουσιν οἱ ἐν τῷ παντὶ νόμοι· ὥστε τῶν ἐναντίων γινομένων, εἰρήνης ἐν ἀνοίαις καὶ κακίαις πάσαις φυλαττομένης, ἀτόπως ἂν ἔσχε τὰ προνοίας, ἐώσης κρατεῖν οὕτω τὰ χείρω. Ἄρχουσι δὲ οἱ κακοὶ ἀρχομένων ἀνανδρίᾳ· τοῦτο γὰρ δίκαιον, καὶ οὐκ ἐκεῖνο. Οὐ γὰρ δὴ οὕτω τὴν πρόνοιαν εἶναι δεῖ, ὥστε μηδὲν ἡμᾶς εἶναι· πάντα δὲ οὔσης προνοίας καὶ μόνης αὐτῆς οὐδ' ἂν εἴη· τίνος γὰρ ἂν ἔτι εἴη; ἀλλὰ μόνον ἂν εἴη τὸ θεῖον." 6.70 Καὶ μετ' ὀλίγα δὲ δείκνυσι τῶν ἀγαθῶν τὰ ἆθλα· "Τοῖς μὲν γὰρ ἀγαθοῖς" φησι "γενομένοις ἀγαθὸν βίον ἔσεσθαι καὶ κεῖσθαι καὶ εἰς ὕστερον· τοῖς δὲ κακοῖς τἀναντία. Κακοὺς δὲ γενομένους ἀξιοῦν ἄλλους αὐτῶν σωτῆρας εἶναι ἑαυτοὺς προεμένους οὐ θεμι 6.71 τὸν εὐχὴν ποιουμένων." Εἶτα καὶ περὶ τῶν ἄλλων ζῴων ὧδέ φησιν· "Ἐπεὶ καὶ τοῖς ἄλλοις ὅσα ἐλάττω ζῷα αὐτοῦ κόσμον γῇ φέροντα μέμφεται οὐδεὶς νοῦν ἔχων. Γελοῖον γὰρ εἴ τις μέμ φοιτο ὅτι τοὺς ἀνθρώπους δάκνοι, ὡς δέον αὐτοὺς ζῆν κοιμωμέ νους. Ἀνάγκη δὲ καὶ ταῦτα εἶναι· καὶ αἱ μὲν πρόδηλοι παρ' αὐτῶν ὠφέλειαι, τὰς δὲ οὐ φανερὰς ἀνεῦρε πολλὰς ὁ χρόνος, ὥστε μηδὲν αὐτῶν μάτην μηδὲ ἀνθρώποις εἶναι. Γελοῖον δὲ ὅτι καὶ ἄγρια πολλὰ αὐτῶν μέμφεσθαι, γινομένων καὶ ἀνθρώπων 6.72 ἀγρίων." Καὶ μεθ' ἕτερα δὲ πλεῖστα καὶ ταῦτα ἔφη· "Ἡμεῖς δέ, ὥσπερ οἱ ἄπειροι γραφικῆς τέχνης αἰτιῶνται, ὡς οὐ καλὰ χρώματα πανταχοῦ, ὁ δὲ ἄρα τὰ προσήκοντα ἀπέδωκεν ἑκάστῳ τόπῳ, ἢ εἴ τις δρᾶμα μέμφοιτο, ὅτι μὴ πάντες ἥρωες ἐν αὐτῷ, ἀλλὰ καὶ οἰκέτης καί τις ἄγροικος καὶ φαύλως φθεγγόμε νος· τὸ δὲ οὐ καλόν ἐστιν, εἴ τις τοὺς χείρους ἐξέλοι, καὶ ἐκ 6.73 τούτων ξυμπληρούμενον." Καὶ πᾶσα δὲ ἡ διάλεξις, καὶ ἡ προ τέρα καὶ ἡ δευτέρα, τούτων τῶν λόγων ἀνάπλεως. Ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ πλείονα παραλείψω· καὶ Ξενοφῶντι τῷ Σω κρατικῷ καὶ Ἐπικτήτῳ τῷ Στωϊκῷ καὶ ἄλλοις πλείοσι μάρτυσι δυνάμενος χρήσασθαι καὶ φυσικαῖς ἀποδείξεσιν οἷός τε ὢν δι ελέγξαι τῶν ἀπιστούντων τῷδε τῷ λόγῳ τὴν ἄνοιαν, ἀποχρῆν οἶμαι τὰ ξυνειλεγμένα εἴς γε τὴν τῆς ἀληθείας βεβαίωσιν. 6.74 Ἐκεῖνο δὲ μόνον τοῖς εἰρημένοις προύργου προσθεῖναι νενό μικα, ὡς δήλου γε ὄντος, ὅτι προνοεῖ τῶν ὅλων ὁ ποιητής, ἄμα χος δήπουθεν καὶ ἀναμφισβήτητος δέδεικται τῆς τοῦ Σωτῆρος οἰκονομίας ὁ λόγος· ἔπρεπε γὰρ τῷ τὰ πάντα τεκτηναμένῳ καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δωρησαμένῳ μὴ παριδεῖν διολλυμένην τῶν ἀνθρώπων τὴν φύσιν, ἧς ἕνεκεν τὰ ὁρώμενα κατεσκεύασεν ἅπαντα. 6.75 Ἥ τε γὰρ γῆ τούτων ἐστὶν ἐνδιαίτημα, καὶ τὸν οὐρανὸν ὄροφον ἔχουσι· καὶ ἀὴρ καὶ θάλαττα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ νεφῶν ὠδῖνες καὶ δρόσοι καὶ αὖραι, καὶ μέντοι καὶ φυτὰ κάρπιμά τε καὶ ἄκαρπα καὶ ζῷα χερσαῖά τε καὶ πτηνὰ καὶ νηκτὰ καὶ ἀμφίβια καὶ βοτανῶν γένη μυρία καὶ ὕλαι μεταλλικαὶ τῷ γένει τῶν ἀνθρώ 6.76 πων τὴν χρείαν προσφέρουσιν. Καὶ μὲν δὴ καὶ ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων τὸ