63
θάνατον, καὶ καταλύσας τὸν θάνατον, καὶ τῆς ἀναστάσεως ἡμῖν δεδωκὼς τὰς ἐλπίδας. Εἴρηται δὲ καὶ εἰς τὸν μακάριον Ἐζε κίαν οὗτος αὐτὸς ὁ Ψαλμός. Μετὰ γὰρ τῶν Ἀσσυ 80.1072 ρίων ἀναίρεσιν, καὶ τὴν τῆς ἀῤῥωστίας ἀπαλλαγὴν, ἑορτὴν ὡς εἰκὸς μεγίστην ἐπετέλεσε, τῷ Θεῷ χά ριν ὁμολογῶν, ὅτι καὶ αὐτοῖς ἐδωρήσατο σωτηρίαν, καὶ τὸν ἅγιον αὑτοῦ ναὸν τοῦ τῶν πολεμίων πυρὸς ἠλευθέρωσεν. Ἐπειδὴ τοίνυν ἐγκαινίων ἐῴκει τὰ τε λούμενα πανηγύρει, εἰκότως καὶ ταύτην ἐδέξατο τὴν ἐπιγραφήν. Ἰστέον μέντοι, ὡς τῷ Ἐζεκίᾳ κατὰ τύπον ἁρμόττει, πάσῃ δὲ τῇ φύσει τῶν ἀνθρώπων κατ' αὐτὴν τὴν ἀλήθειαν. Ὥσπερ γὰρ ἐκεῖνος ὑψηλὸν εἰσδεξάμενος φρόνημα· τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία· τοῦ θανάτου τὴν ψῆφον ἐδέξατο, χάριτι δὲ θείᾳ τετύχηκε τῆς ζωῆς· οὕτως Ἀδὰμ ὁ προπάτωρ, Θεὸς ἔσεσθαι προσδοκή σας, καὶ μέγα κατὰ τοῦ πεποιηκότος φρονήσας, παρεδόθη μὲν θανάτῳ· τῇ δὲ θείᾳ φιλανθρωπίᾳ τῆς ἀναστάσεως ἔτυχεν. βʹ. "Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με· καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ." Λαβὼν γὰρ τὴν ἡμετέραν ἀπαρχὴν ὁ ∆εσπότης, πᾶσαν δι' αὐτῆς τὴν φύσιν τῆς σωτηρίας ἠξίωσε, καὶ ἐπίχαρτον γε νέσθαι τοῖς ἐχθροῖς καὶ πολεμίοις οὐκ εἴασε δαί μοσιν. γʹ, δʹ. "Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκ κον." Ταῦτα τῆς ἀνθρωπίνης φύσεως διηγουμένης ἀκούομεν· τὸ μέντοι, "Ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με, τῷ μὲν Ἐζεκίᾳ ἁρμόττει κατὰ τὸν πρόχειρον νοῦν, τῇ δὲ ἀνθρωπείᾳ φύσει οὐκ ἔτι. Οὔτε γὰρ αὕτη τὸν Θεὸν ἱκέτευσε, καὶ τῆς φθορᾶς τὴν ἐλευθερίαν ἐζήτησεν· ὀδυρμοῖς δὲ καὶ ὀλοφυρ μοῖς χρωμένη διετέλει, τὸν μὲν θάνατον ὁρῶσα, τὴν δὲ ἀνάστασιν οὐ προσμένουσα. Τὰ δάκρυα τοίνυν καὶ τοὺς ὀδυρμοὺς, τοὺς ἐπὶ τοῖς ἀῤῥωστοῦσι καὶ τελευτῶσι γιγνομένους, τέθεικεν ἀντὶ προσευχῆς, τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν δεικνὺς, ὅτι καί τοι μὴ καλούμενος, ἀλλ' ὁρῶν μόνον τοὺς θρήνους, ᾤκτειρε τὰ γινόμενα, καὶ τὸν θάνατον ἔλυσε. Κἀνταῦθα γὰρ πάλιν λάκκον τὸν θάνατον προσ ηγόρευσε. εʹ, ʹ. "Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ζωὴ ἐν τῷ θε λήματι αὐτοῦ." Εἰκότως τοῖς ὁσίοις ἀπονέμει τὸν ὕμνον, καὶ τὴν ὁμολογίαν τῆς χάριτος· ἐπειδὴ γὰρ ἅπασιν ἀνθρώποις ἔδωκε τὸ τῆς ἀναστάσεως δῶρον, οὐ πάντες δὲ τῆς χάριτος ἄξιοι, ἁρμοδίως τοὺς ἀξίους εἰς τοὺς ὕμνους ἀφιεροῖ. Ἀρίστην δὲ κομιδῆ πε ποίηται καὶ τὴν ἄλλην διαίρεσιν· τὴν γὰρ ὀργὴν 80.1073 ἀπένειμε τῷ θυμῷ· ὀργὴν γὰρ τὴν παιδείαν καλεῖ· τὴν δὲ ζωὴν, τῷ θελήματι· τοῦτο γάρ τοι βούλεται, οὐκ ἐκεῖνο. Ἐκεῖνο γὰρ ἡμεῖς ἐπισπώμεθα. "Ὁ γὰρ Θεὸς, φησὶ, θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπε ται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου." Ἀκούομεν δὲ καὶ αὐτοῦ λέγοντος διὰ Ἰεζεκιὴλ τοῦ προφήτου· "Μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν;" - "Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός· καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις." Τοῦτο δὲ οὕτω συνέβη καὶ ἐπὶ τοῦ Ἐζεκίου, καὶ ἐπὶ τῆς κοινῆς σωτηρίας. Οἱ γὰρ Ἀσσύριοι ταῖς ἀπειλαῖς ἐκείναις χρησάμενοι, καὶ εἰς κλαυθμὸν τὴν πόλιν κινήσαντες, νύκτωρ ἐδέξαντο τὴν πληγὴν, καὶ ἕωθεν, οὓς δακρύειν ἠνάγ κασαν, εὐθυμίας ἐνέπλησαν. Καὶ ὁ θεῖος Ἡσαΐας τοῦ θανάτου τὴν ψῆφον ἑσπέρας τῷ Ἐζεκίᾳ κομί σας, ὑπὸ τὴν ἕω πάλιν ἤνεγκεν αὐτῷ τὰ τῆς ζωῆς εὐαγγέλια· οὕτω καὶ ἐπὶ τῆς κοινῆς ἐγένετο σωτη ρίας. Τῶν γὰρ ἱερῶν ἀποστόλων, καὶ τῶν σὺν αὐτοῖς πεπιστευκότων, ὀδυρομένων τοῦ Κυρίου τὸ πάθος, ἧκον αἱ γυναῖκες ὑπὸ τὴν ἕω, τῆς ἀναστάσεως τὴν εὐφροσύνην κομίζουσαι. ζʹ. "Ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα." Τοῦτο καὶ ὁ Ἀδὰμ ἤλπισε, τῷ παραδείσῳ πρὸ τῆς ἀπάτης ἐμπολιτευό μενος, καὶ ὁ Ἐζεκίας νενικηκὼς τὸν Ἀσσύριον· καὶ διδάσκει τοῦτο σαφῶς τῶν Παραλειπομένων ἡ βίβλος, λέγουσα ὑψωθῆναι τὴν καρδίαν Ἐζεκίου τοῦ βασιλέως. ηʹ. "Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου,