63
ῥοφῆσαι. ὑπὲρ τίνος τὸ ἀνάθεμα τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν ἁγίων διαβοήτως ἀνακραχθέν, καὶ ἐγὼ σὺν τῷ πατρί μου καὶ Καλογήρῳ ὑπ' ἀρχοντικῆς χειρὸς ἀφορισθεὶς ἐκ μέσου, ὁ δὲ ἀρχιεπίσκοπος ἐναπολειφθεὶς καί, διότι μόνον ἐλειτούργησεν ὑπ' ἐμοῦ παρακληθεὶς εἰς τὰ Στουδίου, ὡς κοινὸς πρεσβύτερος καθαιρεθεὶς κατ' αὐτούς; τὸν γὰρ ὑπ' αὐτοῦ Χριστοῦ καθαιρεθέντα καὶ τῶν θείων κανόνων μοιχοζεύκτην ἠθώωσαν, ἀνένοχον ἀποφηνάμενοι κατὰ πάντα καὶ συνιερουργὸν αὐτοῖς ὄντα καὶ πρότερον, τὸν δὲ ἀκαθαίρετον ἐκ κανόνων καθαιρέσει ὑπέβαλον, ἔργῳ τὸν λόγον αὐτῶν βεβαιούμενοι, ὡς ἐξουσίαν ἔχειν τοὺς ἱεράρχας κατὰ τὸ αὐτοῖς δοκοῦν κεχρῆσθαι τοῖς κανόσιν. ὅπερ ἐνεργοῦσιν εἰς τὸ ἀεί, οὐδὲ ἐκεῖνο συνιδεῖν βουλόμενοι, ὅτι, εἰ τοῦτο ἔστιν, ἱεράρχην καθαίροντες, ὑπ' αὐτοῦ οὗ καθαίρουσι δυνατὸν αὐτοὺς ἐκείνους καθαιρεθῆναι, πληρουμένου τοῦ τῶν ἀποστόλων λογίου· ταῦτα καὶ περὶ κανόνων διατετάχθω ὑμῖν παρ' ἡμῶν, ὦ ἐπίσκοποι· ὑμεῖς δὲ ἐμμένοντες αὐτοῖς σωθήσεσθε καὶ εἰρήνην ἕξετε, ἀπειθοῦντες δὲ κολασθήσεσθε καὶ πόλεμον μετ' ἀλλήλων ἀίδιον ἕξετε, δίκην τῆς ἀνηκοΐας τὴν προσήκουσαν τιννύντες. ὑπὲρ τίνος τὰ μετὰ τὴν σύνοδον, ἥ τε πάντων τῶν ἀδελφῶν ἀνάκρισις ὑπὸ τοῦ βασιλέως, λέγοντος ἡμᾶς μὲν καθῃρημένους, τὴν δὲ σύνοδον ἁγίαν, ἐπισφραγισθεῖσαν ὑπ' αὐτοῦ ὡς οἰκονομίας οὔσης ἁγίων τῆς μοιχοζευξίας καὶ ἀκαταγνώστου τοῦ ταῦτα τετελεκότος; καί, ἐπειδὴ οὐ προσεδέξαντο, ἡ ἑνὸς ἑκάστου ἢ καὶ ὁμοῦ δύο ἢ τριῶν ἢ καὶ πλειόνων ἔν τε τοῖς μοναστηρίοις καὶ τοῖς κάστροις κατάκλεισις, τινῶν δὲ καὶ μαστιγώσεις καὶ κουσπισμοί, πανταχοῦ γῆς τε καὶ θαλάττης διατεθρυλλημένων τούτων; Ὑπὲρ τίνος οὖν ταῦτα πάντα, ἵνα συνελὼν εἴπω; οὐχ ὑπὲρ τοῦ μὴ καταδέχεσθαι εἰπεῖν ἢ συγκαταθέσθαι τὴν παράβασιν τοῦ εὐαγγελίου οἰκονομίαν, ἣν ὡς σωτήριον καὶ ἰσάγιον οἱ ἐναντίοι ἐξεβόησαν ἐμπράκτως καὶ τῷ λόγῳ εἰς τὸν κόσμον καὶ εἰσέτι καὶ ἕως ἂν ἐπιμένωσιν οὕτως λέγοντες καὶ πράττοντες διὰ τὸν διωγμόν; πῶς οὖν φασιν ὅτι "4μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος καλέσομεν αὐτοὺς αἱρετικούς"5; φαντασία τὰ προλεχθέντα καὶ ὄνειροι ἢ ἀληθῆ; ἐπειδὴ δὲ ἀληθῆ, πῶς οὐχὶ διδάσκουσιν ἑκάστοτε καὶ κηρύττουσιν ἔργῳ καὶ λόγῳ; ἢ πῶς οὐχ ὑμεῖς πειθόμενοι αὐτοῖς μικροῦ δεῖν μετ' αὐτῶν τῶν λεγόντων ἵστασθε (ἀλλὰ καὶ ἐὰν ἡμεῖς σιωπῶμεν, τὰ πέρατα βοᾷ τὴν ἀλήθειαν), τὸ φοβερὸν τῆς σιωπῆς κρίμα ἐφ' ἑαυτοῖς ἐπισπώμενοι; δι' ἣν αἰτίαν ἐγὼ ὁ ταπεινὸς τοῦ μὴ σιγᾶν ἀναγκάζομαι ἐγγράφως τε καὶ ἀγράφως κατὰ τὴν ἐνοῦσάν μοι δύναμιν, μετὰ φόβου καὶ τρόμου, μετὰ παρασκευῆς θανάτου, κἄν τις ὑμῶν ἴσως οὐκ ἀναγκαίως, εἴπω δ' ὅτι καὶ περιττολόγως, οἴεται ταῦτα ἐνεργεῖν με. Ἀλλ' ἐπὶ τὸ προκείμενον ὁ λόγος. ἔφης, "4μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους, πῶς εὐλόγως καλέσομεν αὐτοὺς αἱρετικούς;"5 μοιχεύειν οὖν καὶ λύειν τοὺς ἀνιέρους τῷ λόγῳ, ἀληθές, οὐ διδάσκουσιν, ἐπεὶ μηδὲ τὰ ἔθνη τὰ μὴ νόμον ἔχοντα μοιχεύειν διδάσκει. καὶ οὐδὲ ἡμεῖς γυμνῶς τοῦτο ἐκφωνεῖν αὐτοὺς ἐξεθέμεθα ἢ ὅτι, τὴν μοιχοζευξίαν κυρώσαντες καὶ τὰ σὺν αὐτῇ καὶ δι' αὐτῆς ἑτέρας παραβάσεις τοῦ εὐαγγελίου σὺν ταῖς τῶν θείων κανόνων λύσεσιν οἰκονομίαν εἶναι σωτήριον ὑπ' ἀναθέματι καὶ τοῦτο καθ' ἑκάστην ἐκδικοῦντες διὰ τῶν προλεχθέντων ἐξοριῶν καὶ φυλακῶν, τὸ εὐαγγέλιον λελύκασιν κατὰ τὴν φωνὴν τῶν ἁγίων καὶ δυνάμει ἐπὶ πάσης παραβάσεως οἰκονομίαν γίνεσθαι ὑποτίθενται, τὰς ἀναλλοιώτους ἐντολὰς τοῦ θεοῦ ἀλλοιώσαντες καὶ τρεπτὰς ἀποδεικνύοντες. καὶ πῶς δ' ἂν οὐκ εἶεν ἀλλοιωταὶ καὶ τρεπταί, εἴ γε παραβαινόμεναι οἰκονομίαι σωτήριοι ἔργῳ καὶ λόγῳ συνοδικῶς δογματίζονται; μὴ γὰρ εἰς τοσοῦτον ψεῦδος προκόψωσιν, ὥστε μὴ λέγειν αὐτοὺς πεποιηκέναι σύνοδον ἢ μὴ τὴν μοιχοζευξίαν ὀνομάσαι οἰκονομίαν ἰσόρροπον ἁγίων ἢ μὴ ἀναθεματίσαι τοὺς μὴ προσιεμένους αὐτήν. εἰ δὲ λέγουσιν μὴ ἀναθεματίσαι, ὑπὲρ τίνος ἀνεβόησαν "4τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν