1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

63

ἐπολέμησε Χαλκίδι, πόλει αὐτοῦ. ὁ δὲ Ζήνων Ἰωάννην τὸν Σκύθην ἀπέστειλε κατὰ Ἴλλου καὶ Λεοντίου μετὰ 130 πλείστης δυνάμεως κατά τε γῆν καὶ θάλασσαν. πολέμου δὲ συρραγέντος σφοδροῦ, Ἴλλος τε καὶ Λεόντιος ἡττηθέντες εἰς τὸ Παπυρίου καστέλλιν ἔφυγον σὺν Παμπρεπίῳ μαγίστρῳ, γόητι λεγομένῳ εἶναι. τότε καὶ Τροκοῦνδον, τὸν ἀδελφὸν Ἴλλου, ἐπὶ συλλογῆς βαρβάρων ἀπιόντα Ἰωάννης συλλαβὼν ἀπέτεμεν. τοῦτον δὲ Ἴλλος καὶ Λεόντιος ἐπὶ τέσσαρα ἔτη φρουρούμενοι ἀνέμενον ἀπατώμενοι ὑπὸ Παμπρεπίου μαγίστρου τοῦ γόητος. ὅθεν τὴν τούτου ἀναίρεσιν μαθόντες Παμπρέπιον ὡς ἀπατεῶνα ἀποτεμόντες τοῦ τείχους κατεκρήμνισαν. Τῷ δ' αὐτῷ ἔτει οἱ Πέτρου τοῦ Μογγοῦ σπουδασταὶ διὰ χρημάτων καὶ φενακισμῶν ἔπεισαν Ζήνωνα ἐκβληθῆναι Ἰωάννην, τὸν ἐπίσκοπον Ἀλεξανδρείας, τὸν Ταβεννησιώτην, ὡς παρὰ γνώμην αὐτοῦ χειροτονηθέντα, καὶ Πέτρον τὸν Μογγὸν πάλιν εἰς Ἀλεξάνδρειαν ἀπὸ Εὐχαΐτων ὑποστρέψαι. τότε καὶ ἑνωτικὸν ἐποίησε Ζήνων καὶ πανταχοῦ ἐξέπεμψεν, ὑπὸ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως ὑπαγορευθέν, ὥς φασί τινες. Πέτρῳ δὲ τῷ Μογγῷ πρὸ τῆς εἰς Ἀλεξάνδρειαν ἐπανόδου ἐκέλευσε Ζήνων κοινωνῆσαι Σιμπλικίῳ τῷ Ῥώμης καὶ Ἀκακίῳ. ὅστις καὶ ἔγραψεν Ἀκάκιος τοῖς Ἀλεξανδρεῦσι δέξασθαιτὸν Μογγὸν καὶ Ἰωάννην ἀποβαλέσθαι. Ἰωάννης δὲ ἀκούσας τὴν Πέτρου παρουσίαν, τοῦ κλήρου σὺν τῷ λαῷ δεομένων αὐτοῦ μὴ ἐξελθεῖν ὡς ἑτοίμως ἐχόντων ὑπεραποθνήσκειν αὐτοῦ, ὁ δὲ τὰ μέλλοντα τολμᾶσθαι Πέτρῳ διανοούμενος σοφῶς καὶ ἀταράχως ἐξῆλθεν. Κόσμου ἔτη Ϡοζʹ. Τῆς θείας σαρκώσεως ἔτη υοζʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιαʹ. Περσῶν βασιλεὺς Καβάδης. ἔτη ιαʹ. εʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. θʹ. Ἀλεξανδρεία ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Καλανδίων ἔτη δʹ. δʹ. Τούτῳ τῷ ἔτει Θευδέριχος ὁ Οὐαλάμερος οὗ πολὺς ἐν βαρβά131 ροις τε καὶ Ῥωμαίοις λόγος ὡς ἀνδρείου τε καὶ προμηθοῦς καὶ οὐδὲ λόγων ἀμοίρου· κατὰ γὰρ τὸ Βυζάντιον ὁμηρεύσας ποτὲ τοῖς ἀρίστοις τῶν διδασκάλων ἐφοίτησεν, τοῦ πατρὸς αὐτοῦ Οὐαλάμερος μετὰ τοὺς Ἀττίλα παῖδας ἡγησαμένου τῶν Γότθων ἐπὶ τῆς Λέοντος βασιλείας. τοῦτον οὖν ὁ Ζήνων ἐκ Θρᾴκης μετακαλεσάμενος εἰς τὸ Βυζάντιον καὶ ὕπατον ἀναδείξας καὶ Θρᾴκης ἡγούμενον, μετὰ Ἰωάννου τοῦ Σκύθου κατὰ τοῦ Ἴλλου ἐξέπεμψεν· ὃς καὶ μετὰ τὸ ἀποκλεισθῆναι Ἴλλον καὶ Λεόντιον εἰς τὸ Παπυρίου καστέλλιν καταλιπὼν Ἰωάννην πολιορκοῦντα αὐτοὺς αὐτὸς πρὸς Ζήνωνα ἦλθεν. καὶ ἐξελθὼν ἐν τῇ Θρᾴκῃ καὶ σταρτοπεδευσάμενος ἐπέρχεται τῷ Βυζαντίῳ· καὶ μόνῃ φειδοῖ τῇ περὶ τὴν πόλιν, ὥς φασι, κρατηθεὶς ἐπανέρχεται εἰς τὴν Θρᾴκην καὶ προτραπεὶς ὑπὸ Ζήνωνος κατέρχεται εἰς Ἰταλίαν. καὶ Ὀδοάκρου μάχῃ μεγάλῃ κρατήσας τὸ ῥηγὸς ἐν Ῥαβέννῃ περιτίθεται σχῆμα. ἐχειρώσατο δὲ καὶ ἄλλους πλείστους τῶν βαρβάρων, μάλιστα καὶ τοὺς Οὐανδήλους ὑπηγάγετο μηδὲ ὅπλα κατ' αὐτῶν κινήσας, Γιζερίχου τελευτήσαντος ἤδη πρὶν ἢ ἐκεῖνον ἐλθεῖν εἰς Ῥώμην· ἐκράτησε δὲ καὶ Ῥώμης καὶ πάσης τῆς ἑσπερίου. Ἀντιοχείας ἐπίσκοπος μγʹ Πέτρος ὁ Κναφεὺς τὸ βʹ ἔτη γʹ. ιβʹ. ϛʹ. γʹ. ιεʹ. ιʹ. βʹ. αʹ. Τούτῳ τῷ ἔτει οἱ τῆς ἀνατολῆς ἐπίσκοποι ἔγραψαν Ἀκακίῳ μέμψεις διὰ τὸ δέξασθαι τὸν Μογγὸν εἰς κοινωνίαν. ὁ δὲ μὴ προσχὼν αὐτοῖς πάντας ἀναιδῶς κοινωνεῖν τῷ Μογγῷ κατηνάγκαζεν. οἱ δὲ τῆς βασιλίδος καὶ τῆς ἑῴας ἐδεήθησαν Φίλικος μετὰ θάνατον Σιμπλικίου τοῦ Ῥώμης ἐπισκόπου σημαίνοντες Ἀκάκιον εἶναι αἴτιοντῶν κακῶν. ἐν οἷς καὶ Ἰωάννης ὁ Ἀλεξανδρείας τὰ αὐτὰ λέγων τὴν Ῥώμην κατέλαβεν. Φίλιξ δὲ σύνοδον ἐν τῷ ναῷ τοῦ κορυφαίου ἀποστόλου Πέτρου ποιήσας δύο ἐπισκόπους καὶ ἔκδικον ἔπεμψεν ἐν Κωνσταντινουπόλει, γράψας Ζήνωνι καὶ Ἀκακίῳ ἐκβαλεῖν Πέτρον τὸν Μογγὸν ὡς αἱρετικὸν τῆς Ἀλεξανδρείας. ιγʹ. ζʹ. δʹ. ιϛʹ.