64
σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα, ὅ τε τῶν ἵππων χρεμετισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ αἱ τῶν θωράκων συντρί ψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον ἦχον. 8 ἐν τούτῳ δὲ Ἰου στίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεὼ ἐπανιόντι ξυναίσθησις γίγνεται τῶν δρωμένων τῇ τε ταραχῇ καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ' αὐτὸν ἱππότας συστρέψας καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος τά τε σημεῖα ἐς ὕψος ἀρθῆναι ἐκέλευε καὶ ἅπαντας ἔχεσθαι ἔργου, γιγνώσκον τας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἐξεληλυθότες, ἀλλ' ἐφ' ᾧ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ καὶ ἀπελάσαι τῆς πολιορκίας. 9 ὡς δὲ βραχύ τι προελθόντες κατεῖδον τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ, τότε δὴ ἀθρόον ἐμβοήσαντες ἐμβάλλουσι τῷ μέρει τῷ πρὸς τῇ θαλάττῃ παρατεταγμένῳ· ἐνθένδε γὰρ καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ αὐτίκα οἱ μὲν κοντοῖς, οἱ δὲ σαρίσαις, οἱ δὲ καὶ ξίφεσι παίοντες τὸ παρεμπῖπτον 118 διέφθειρον, βιαιοτέρας τε τὰς ἐπελάσεις ἀνὰ τὰς στίχας τῶν ἐναντίων ποιούμενοι καὶ ταῖς ἀσπίσιν ἐξωθοῦντες παρερρήγνυσαν τὸ ξυνεχὲς καὶ συντεταγμένον. 26. Οἱ δὲ Πέρσαι τοῦτον ἐκεῖνον εἶναι τὸν στρατὸν ὑποτοπήσαντες, ὃν δὴ παρέσεσθαι ἠκηκόεσαν, καὶ ὅτι διαλαθόντες τοὺς ἐς τοῦτο ἀπο κεκριμένους ἀφίκοντο, θορύβου καὶ δέους ἐνεπίμπλαντο καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι ἀπεχώρουν ἠρέμα ἐς τὰ ὀπίσω καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. 2 ταῦτα δὲ πόρρωθεν οἱ ∆ιλιμνῖται θεασάμενοι (ἀμφὶ γὰρ τὸ μεσαίτατον τοῦ τείχους ἐμάχοντο) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. 3 Ἀγγίλας δὲ καὶ Θεόδωρος, οἱ τῶν Ῥωμαίων ταξίαρχοι, ὧν δὴ καὶ πρότερον ἐπεμνήσθην, ἐπιφρα σάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων ἐπεξίασιν ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. 4 οἱ δὲ ἄλλοι ∆ιλιμνῖται ταῦτα ἰδόντες, οἵπερ ᾔεσαν ὡς δὴ τοῖς Πέρσαις πιεζομένοις ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἐπὶ θάτερα ὑπαντιά ζειν βουλόμενοι τοῖς Ῥωμαίοις, ἄμεινον εἶναι ἡγούμενοι, εἰ μᾶλλον τοῖς ὁμοφύλοις ἐς ὅ τι τάχιστα ἐπαρήξαιεν, σπουδῇ τε ἀτάκτῳ καὶ δρόμῳ πολλῷ ἐφέροντο, ὡς φεύγουσι μᾶλλον ἀπρεπῶς ἢ ὅτι ἑτέροις ἐπέρχονται, εἰκασθῆναι. ἔθεον μὲν γὰρ ὡς δὴ τοῖς οἰκείοις προσβοηθήσοντες, πλέον δέ τι ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. 5 ἡ δὲ τῶν Περσῶν στρατιά, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες τοὺς ∆ιλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδράσκουσι διανοηθέντες καὶ λογιζόμενοι, ὡς οὐκ ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἴσχους ἀφίκοντο μὴ μεγάλου τινὸς καὶ ἀνυποίσ του περιεστηκότος κινδύνου, τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα τότε δὴ αὐτοῖς ἐς τοὐμφανὲς ἀνερράγη. 6 ἀλλὰ γὰρ καὶ οἱ ∆ιλιμνῖται ταὐτὰ περὶ τῶν Περσῶν οἰηθέντες ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον, ἀπα τήσαντές τε ἅμα καὶ ἐξηπατημένοι. 7 τούτων δὲ γιγνομένων πλεῖστοι 119 ὅσοι τῶν Ῥωμαίων τοῦ περιβόλου διεκβάντες λαμπροτέραν τοῖς πολε μίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεστηκὸς διεπονοῦντο. 8 τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρ βάρων οὕτω δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο, οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ ξυντεταγμένοι καρτερώτατα ἀπεμάχοντο. οἵ τε γὰρ ἐλέφαντες ἀντ' ἐρύματος προβεβλημένοι καὶ ἐπεισπηδῶντες διετάραττον αὐτίκα τὸν ξυνασπισμὸν τῶν Ῥωμαίων εἴ που ξυσταίη· οἵ τε ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, οἷα ἐς ὕψος ἠρμένοι καὶ τῷ ὑπερανέχειν εὐσκοπώτατα βάλλοντες· αἵ τε τῶν ἱππέων ἴλαι διεκτρέχουσαι ῥᾳδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλί ναντες