64
δὲ ἐάν τε αὐτῷ πιστεύσητε, ἰαθήσεσθε. οὕτω γὰρ τοῦ δυνατοῦ τὴν πεῖραν λαβόντες, ἐπὶ τὸ εὖ ποιεῖν τραπόμενοι καὶ τὰς ψυχὰς ἀνασωθῆναι δυνηθείητε. ταῦτα αὐτοῦ λέγοντος οἱ πάντες γονυπετεῖς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγων δὲ ἡμερῶν παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ μοναρχικῇ θρησκείᾳ συνεθίσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας, εἰς τὴν Βύβλον ἐξῄει. καὶ γενόμενος ἐκεῖ καὶ μαθών, ὅτι Σίμων οὐδὲ μιᾶς ἡμέρας αὐτοῖς προσέμεινεν, ἀλλ' εὐθέως εἰς Τρί- πολιν ὥρμησεν, ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας καὶ θεραπεύσας οὐκ ὀλίγους καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας, κατ' ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος.