64
εἰς τὸ χηρικὸν καὶ μὴ φέρουσα τὴν ἐν νεότητι χηρείαν γαμηθῇ, ἀπρέπειαν ἐμποιήσει τῇ δόξῃ τοῦ χηρικοῦ καὶ λόγον ὑφέξει τῷ Θεῷ, οὐχ ὅτι δευτέρῳ γάμῳ συνήφθη, ἀλλ' ὅτι τὴν ἑαυτῆς ἐπαγγελίαν οὐκ ἐφύλαξεν, καταστρηνιάσασα τοῦ Χριστοῦ. ∆ιὸ χρὴ μὴ προπετῶς ποιεῖσθαι τὴν ἐπαγγελίαν, ἀλλὰ μετὰ ἀσφαλείας· «Κρεῖσσον γάρ ἐστιν αὐτὴν μὴ εὔξασθαι, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Eἰ δέ τις νεωτέρα ὀλίγον χρόνον σὺν τῷ ἀνδρὶ ποιήσασα καὶ ἀποβαλοῦσα αὐτὸν διὰ τελευτῆς ἢ δι' ἀφορμῆς τινος ἑτέρας, καὶ μείνῃ ἐφ' ἑαυτῆς δῶρον ἔχουσα χηρείας, μακαρία εὑρεθήσεται, ὁμοιωθεῖσα τῇ ἐν Σαρεφθοῖς Σιδωνίᾳ χήρᾳ, πρὸς ἣν ὁ ἅγιος τοῦ Θεοῦ προφήτης Ἠλίας ἐπεξενώθη. Ἡ τοιαύτη ἐξομοιωθήσεται Ἄννῃ τῇ θυγατρὶ Φανουὴλ τῇ ἐκ φυλῆς Ἀσήρ, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νύκτωρ καὶ μεθ' ἡμέραν παραμένουσα ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, οὖσα μὲν ἐτῶν ὀγδοήκοντα, ζήσασα δὲ μετὰ ἀνδρὸς ἐκ τῆς παρθενίας αὐτῆς ἔτη ἑπτά, καὶ τὴν τοῦ Χριστοῦ δοξάσασα παρουσίαν ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδοκῶσιν λύτρωσιν ἐν Ἰσραήλ· ἡ τοιαύτη μαρτύριον λαβοῦσα τιμηθήσεται, κλέος ἔχουσα καὶ παρὰ ἀνθρώποις ἐπὶ γῆς καὶ παρὰ Θεῷ ἐν οὐρανοῖς τὸν αἰώνιον ἔπαινον. Aἱ δὲ νεώτεραι χῆραι εἰς χηρικὸν μὲν μὴ ἐντασ σέσθωσαν, μήποτε προφάσει τοῦ μὴ δύνασθαι κρατεῖν τῆς ἀκμῆς ἐπὶ δευτερογαμίαν ἐλθοῦσαι ἐν πράγματι γένωνται· ἐπικουρείσθωσαν δὲ καὶ βοηθείσθωσαν, ἵνα μὴ προφάσει τοῦ λείπεσθαι ἐπὶ δευτερογαμίαν ἐλθοῦσαι ἐν πράγματι ἀπρεπεῖ ἐνσχεθῶσιν. Καὶ τοῦτο γὰρ εἰδέναι ὀφείλετε, ὅτι μονογαμία μὲν κατὰ νόμον γινομένη δικαία, ὡς ἂν κατὰ γνώμην Θεοῦ ὑπάρχουσα, διγαμία δὲ μετὰ ἐπαγγελίαν παράνομον, οὐ διὰ τὴν συνάφειαν, ἀλλὰ διὰ τὸ ψεῦδος, τριγαμία δὲ ἀκρασίας σημεῖον, τὸ ὑπὲρ τὴν τριγαμίαν προφανὴς πορνεία καὶ ἀσέλγεια ἀναμφίβολος. Ὁ γὰρ Θεὸς μίαν γυναῖκα ἑνὶ ἀνδρὶ δέδωκεν ἐν τῇ δημιουργίᾳ· «Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.» Νεωτέραις δὲ μετὰ τὴν τοῦ πρώτου τελευτὴν συγκεχωρήσθω καὶ ὁ δεύτερος, ἵνα μὴ εἰς κρίμα τοῦ διαβόλου ἐμπέσωσιν καὶ παγίδας πολλὰς καὶ ἐπιθυμίας ἀνοήτους καὶ ἐπιζημίους ψυχαῖς, αἵτινες κόλασιν προξενοῦσιν μᾶλλον, ἢ ἄνεσιν. Aἱ δὲ ἀληθιναὶ χῆραί εἰσιν αἱ μόνανδροι ὑπάρξασαι, μαρτυρούμεναι ὑπὸ πολλῶν ἐν ἔργοις ἀγαθοῖς, χῆραι τῷ ὄντι, σώφρονες, ἁγναί, πισταί, εὐσεβεῖς, τεκνοτροφήσασαι καλῶς καὶ ξενοδοχήσασαι ἀμέμπτως, ὧν καὶ ἀντιλαμβά