Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἁγιασμόν. Ἐν ὑπεροχῇ δὲ τῆς ἐν νόμῳ λατρείας ἡ πνευματικὴ, καὶ τῶν ἐν σκιαῖς ἡ ἀλήθεια· οὐκοῦν τὸ μέγα κατά τε πληθὺν νοοῖτ' ἂν εἰκότως, καὶ πρός γε τοῦτο κατὰ τὴν ἀρετήν. -Βαρὺς δὲ λαὸς ὀνομάζεται, ἅτε δὲ καὶ ἀπηλλαγμένος κουφότητος Ἰουδαϊκῆς, καὶ τὸ εὐ παράφορον οὐκ ἔχων, οὔτε μὴν παντὶ ἀνέμῳ περι φερόμενος, βεβηκὼς δὲ μᾶλλον, καὶ τὸ ἀκράδαντον ἐν πίστει τηρῶν· οὐκοῦν καὶ τὸν μέχρις αἵματος ἀγῶνα διήνεγκαν μαρτυροῦντι Χριστῷ, καὶ τετηρήκασιν τὸ γεγραμμένον· "Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας." Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως. (B f. 119) Πῶς ἂν ἐπέχαιρον Ἰουδαῖοι Χριστῷ, ἢ ποίας ἂν ἐσχήκασιν ἀφορμὰς τῆς κατ' αὐτοῦ θυμ ηδίας, εἰ μεμένηκεν ἐν νεκροῖς; ∆ηλονότι εἰ καὶ αὐτὸς ἐν ἴσῳ τοῖς ἄλλοις κάτοχος ἐγεγόνει ταῖς ᾅδου πύλαις, καὶ μηδεὶς ἦν αὐτοῦ λόγος ἔτι μετὰ τὸ παθεῖν ὑπὲρ ἡμῶν τὰ ἐπὶ τῷ σταυρῷ πάθη. Οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς. (B f. 119) Ἑπ' οὐδενὶ γὰρ ἐδίωκον τὸν Κύριον, τουτέστιν ἀφορμὴν οὐδεμίαν ἐσχηκότες κατ' αὐτὸν, δι' ἣν ἐχρῆν ὁρᾶσθαι μεμισηκότας τοὺς διανεύοντας τοῖς ὀφθαλμοῖς. Περιτυγχάνοντες γὰρ, ὡς ἔφην, αὐτῷ καὶ διδάσκαλον ὀνομάζοντες, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκειν ἐν ἀληθείᾳ λέγοντες, διέλεγον ἀλλήλοις κατειρωνευόμενοι πάντως που, καὶ τὴν ὑπόκρισιν ὑπεμφαίνοντες, εἰς ἀπολογίαν τοῦ μὴ δοκεῖν ἀληθές τι λέγειν περὶ αὐτοῦ, ὅτι διδάσκαλον ὀνομάζειν ἤθελον. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν. (B f. 119) Προσιόντες γὰρ, ὡς ἔφην, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τῶν Φαρισαίων τινὲς, καὶ φι λομαθείας ὑπόληψιν περιτιθέντες ἑαυτοῖς, εὐφημεῖν ὑπεκρίνοντο, καὶ προσηνεστάτους αὐτῷ προσεκόμιζον λόγους, οὐκ εὐλογοῦντες κατ' ἀλήθειαν, ἀλλ' ἵνα παγιδεύσωσιν αὐτὸν καὶ θηρεύσωσίν τι ἐκ τοῦ στό 69.909 ματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ἀλλ' ἠλέγχοντο λέγοντος τοῦ Χριστοῦ· "Τί με πειράζετε, ὑποκρι ταί;" Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· Κύριε, μὴ ἀπο στῇς ἀπ' ἐμοῦ. (B f. 119) Αἰτεῖ παρὰ τοῦ Πατρὸς κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνημένων γενέσθαι τὴν κίνησιν. Καὶ μονονουχὶ διαμαρτύρεται λέγων· "Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς." Βούλεται γὰρ οὐκ ἕτι μὲν ἐπ' αὐ τοῖς ἀνεξικακῆσαι τὸν Θεὸν καὶ Πατέρα, κατεξανα στῆναι δὲ ὥσπερ, καὶ συστείλαντα τὴν μακροθυ μίαν, αἰτῆσαι δίκας αὐτοὺς τῶν εἰς αὐτὸν οὐχ ὁσίως πλημμελημένων. Καὶ ταῦτά φησιν οὐκ ἀεργὴς ὢν αὐτός· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶ σαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ.-(B f. 119 b) Λέγων δὲ τὸ Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, διαδείκνυσιν ἐναργῶς ὅτι πάμμεγα πρὸς σωτηρίαν ἐφόδιον τὸ μόνον ἔχειν παρεστηκότα καὶ συνασπίζοντα τὸν τῶν ὅλων Θεόν. Οἱ γὰρ τούτου λαχόντες τὴν μέθεξιν, πάντη τε καὶ πάντως περιέσονται τῶν ἐχθρῶν, καὶ τὰς τῶν πολεμούντων αὐτοῖς ἐφόδους διακρούσονται γεννικῶς, καὶ οὐκ ἀνελοῖεν πώποτε γεγονότες ὑπ' αὐτοῖς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου. (B f. 119 b) Ἐξήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ ὅσιον ἐφ' Υἱῷ τὸ κρῖμα· οὐ γὰρ συγκεχώρηκεν ἀκαταλή κτως ἐπιχειρεῖν αὐτῷ τοὺς εἰς αὐτὸν δυσσεβήσαντας, ἔσβεσε δὲ μᾶλλον αὐτῶν τὸν γέλωτα. -Ὡς κρῖμα δίκαιον αἰτεῖ τῇ τοῦ Πατρὸς δικαιοσύνῃ πρεπωδέστα τον τὸ μὴ ἀφεῖναι τοῖς ἀποκτείνασιν αὐτὸν ταῖς κατ' αὐτοῦ θυμηδίαις ἐντρυφᾷν, μήτε μὴν ἐπιγάννυσθαι πεπονθότι, καὶ τοῦτο μέχρι παντός. Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν. (B f. 119 b) ∆ιὰ τοῦτο ἔσβεσε τῶν Ἰουδαίων ὁ Θεὸς καὶ Πατὴρ τὸν γέλωτα, ἵνα μὴ λέγοιεν ἐν ταῖς ἑαυτῶν καρδίαις· "Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν." Εἰ γὰρ μεμένηκεν ὁ Χριστὸς ἐν μόνῳ τῷ σταυ ρωθῆναι καὶ ἀποθανεῖν, ἔφασαν ἂν εἰκότως οἱ ἀπο κτείναντες αὐτόν· "Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν," καὶ προσέτι τοῦτο τὸ, "Κατεπίομεν αὐτόν." Ἐπειδὴ δὲ αὐτοὶ μὲν γεγόνασιν ἐν παντὶ κακῷ, κατεμπρη σθείσης αὐτῶν ἁπάσης τῆς χώρας καὶ πολέμου δαπανήσαντος τοὺς ἐν αὐτῇ· ὁ δὲ πεπονθὼς δοξάζεται λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·" ἔτι τε πρὸς τοῦτο· "Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς