1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

64

ἡμῶν· ἐπὶ τοῦτον τὸν ἐπουράνιον οἶκον τοῦ Θεοῦ, καὶ ἐπὶ τὸ Σιὼν, καὶ αὐτὸ ἐπουράνιον ὄρος Κυρίου, διεγείροντες ἀλλήλους καὶ κατασπεύδοντες διὰ τῆς διδασκαλείας καὶ προτροπῆς φαμὲν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Τούτων δ' ἀποτελεσθέντων, καὶ Θεοῦ χάριτι πᾶσιν ἡμῖν ἐμφανῶν γενομένων, καὶ ἄλλη τίς προφητεία πέρας εἴληφεν, δι' ἧς αὐτὸς ὁ σωτήριος λόγος σαφέστερον ἐπιμαρτυρεῖ τῇ μετὰ χεῖρας περικοπῇ τῆς τοῦ Ἡσαΐου προφητείας, λέγων, ἐμφανὴς ἐγενήθην τοῖς ἔμε μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἔμε μὴ ζητοῦσιν· εἶπα, ἰδοὺ ἐγὼ εἰμὶ ἔθνει, οἳ οὐκ ἐπεκάλεσαν τὸ ὄνομά μου. Εἰ δὲ μὴ οὕτως ἐκλάβοι τίς τὰ κατὰ τοὺς τόπους, ποῖον ἂν ὄρος ἢ ποῖον Θεοῦ οἶκον ἄλλως ἔχοι ἂν ἐπιδεῖξαι, περὶ ὧν ἡ προφητεία, ὡς μὴ τότε ὄντων σωματικῶς ἐμφανῶν, τὰ προεκτεθέντα σημαίνει. ∆ύναται δὲ ταῦτα καὶ ἄλλως εἰς τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν ἁρμόττεσθαι, ὡς τότε μᾶλλον ἢ νῦν πληρωθησομένων τελείως τῶν προπεφητευμένων. Ἰστέον 174 δὲ ὡς τὰ αὐτὰ κατὰ λέξιν σχεδὸν ἐμφέρεται καὶ ἐν τῇ τοῦ Μιχαίου προφητείᾳ. Ψ. Τοῦ αὐτοῦ. Βʹ. Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν, καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. ∆ι' ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι' ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ' ἑαυτῶν εἰπόντες, ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν. Ταῦτα δὲ ἐν ἐκείνοις σαφῶς ἐκ τῆς συμφράσεως ἐμφαίνεται περὶ τοῦ Χριστοῦ εἰρημένα· καὶ τὰ ἐνθάδε τοιγαροῦν περὶ τῶν ἐπιβουλευσάντων 175 αὐτῷ καὶ καθ' ἑαυτῶν μᾶλλον, ἤ περ κατ' αὐτοῦ πονηρὰν βουλὴν βουλευσαμένων προφητεύεται· δι' ὃ καὶ καταλλήλως τὸν ταλανισμὸν ἑαυτοῖς ὁ λόγος ἐπάγει, διὰ τοῦ, οὐαὶ τῇ ψυχῇ αὐτῶν· ἀλλὰ καὶ τὴν κόλασιν τὴν περιμένουσαν αὐτοὺς προτίθησι λέγων, τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται· ὁποῖα γὰρ ἔσπειραν κατὰ τοῦ Χριστοῦ τοιαῦτα καὶ θεριοῦσιν ἐν τῷ τοῦ Θεοῦ κριτηρίῳ. Ἤδη δὲ καὶ κατὰ τὸν ἐνταῦθα βίον ὅρα εἰ μὴ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ ἐπιβουλὴν ἐπληρώθη εἰς αὐτοὺς ὁ προκείμενος τῆς προφητείας λόγος, ὁ φάσκων, ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμἰσχύοντα καὶ ἰσχύουσαν. Ἀληθῶς γὰρ ἀφῄρηται ἀπ' αὐτῶν ἡ πάλαι πρότερον ἐμπολιτευομένη ἐν αὐτοῖς θεία καὶ οὐράνιος χάρις, καὶ οὐκέτ' ἐστὶν εὑρεῖν ἐν αὐτοῖς οὔτε προφήτην, οὔτε στοχαστήν· ποῦ δὲ καὶ ὁ πολεμιστὴς αὐτῶν ἢ ὁ δικαστὴς, ὁ θαυμαστὸς σύμβουλος, ἢ ὁ συνετὸς ἀκροατής; Εἰ δὲ καὶ δοκοῦσιν ἄρτου τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ' ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται· σαφῶς δ' ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν· οὐαὶ γὰρ, φησὶν ὁ λόγος, τῇ ψυχῇ αὐτῶν· καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν λέγων, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δίκαιον,