64
ζωῆς Φαρίης καὶ Ἀμώσιος Φαραῶ, τοῦ κατὰ τινὰς μὲν πατρός, καθ' ἑτέρους δὲ ἀδελφοῦ αὐτῆς. ἄμφω γὰρ παῖδας αὐξηθῆναι βούλονται τοῦ πρὸ Ἀμώσιος, ἐφ' οὗ καὶ Μωυσέα γεννηθῆναι βεβαιοῦνται. Ἀλλ' ἡμῖν ἐπὶ Ἀμώσιος ἐπιλελόγισται ἔτη δύο αὐτοῦ κατὰ Ἴναχον πρῶτον Ἄργους βασιλέα, καθ' ὃν καὶ πάντες οἵ τε ἐκ περιτομῆς οἵ τε ἐκ χάριτος ἱστορικοί, Ἰώσηππος καὶ Ἰοῦστος, Κλήμης ὁ ἱερὸς στρωματεύς, Τατιανός τε καὶ Ἀφρικανὸς συνομολογοῦσι κατὰ Ἴναχον γεννηθῆναι Μωυσέα καὶ κατὰ Φορωνέα τὸν Ἰνάχου παῖδα καὶ Νιόβης ἀκμαῖον, κατὰ Ἄπιδα δὲ τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἡγήσασθαι, τὰς ἀποδείξεις καὶ ἐκ τῶν παρ' Ἕλλησι δοκουμένων ὑποσχόντες ἱστορικῶν, οἷς μόνος ὁ Καισαρεὺς Εὐσέβιος καὶ ἑαυτῷ ἀντιπίπτων χρόνοις ὕστερον κατὰ Κέκροπα τὸν διφυῆ, πρῶτον Ἀθήνησι βασιλέα, μετὰ Ὤγυγον καὶ τὸνἐπ' αὐτοῦ κατακλυσμὸν ἔφη γενέσθαι Μωυσέα, καίτοι τῶν εἰρημένων ἐπιμνησθεὶς σοφωτέρων ἀνδρῶν· πρὸς ὃν ἐν τοῖς προλαβοῦσιν ἀρκούντως οἶμαι τῆς ἀληθείας ἡμῖν ὁ λόγος διήνυσται καὶ περιττὸν ἐνταῦθα ταυτο λογεῖν. Μωυσῆς οὖν ἀνδρωθεὶς καταλιμπάνει τὴν ἀνθρωπίνην πᾶσαν εὐημε ρίαν καὶ πρὸς τοὺς ὁμοφύλους χωρεῖ κακοχουμένους. καὶ κατανοήσας δέ ποτε τύπτοντα Αἰγύπτιόν τινα τῶν Ἑβραίων, πατάξας τῇ ἄμμῳ κρύβει. Αὖθίς τε δυσὶ μαχομένοις Ἑβραίοις πειρασθεὶς καταστεῖλαι τὴν μάχην, φονεὺς τοῦ χθὲς ἀναιρεθέντος Αἰγυπτίου δημοσίως ἐλέγχεται πρὸς τοῦ Ἑβραίου, καὶ ὁ λόγος ἐπὶ τὸν κρατοῦντα τῆς Αἰγύπτου χωρεῖ. κἀντεῦθεν εἰς γῆν Μαδιὰμ ὑποχωρεῖ, μείζονος φιλοσοφίας ἀρχὴν ἐσχηκὼς τὴν ἐρημικὴν καὶ διεζευγμένην ζωὴν τῶν πολλῶν. ταύτῃ καθαρθεὶς ἕως πʹ 141 αὐτοῦ τῆς ζωῆς ἔτους, ἀπὸ μʹ τῆς ζωῆς ἔτους ποιμαίνων κατὰ τὸ Σιναῖον ὄρος, θεοφανείας τινὸς ἐν σταθηρᾷ μεσημβρίᾳ καταξιοῦται φοβερᾶς, κρείτ τονι φωτὶ τοῦ ἡλιακοῦ τὰς ὄψεις καταυγασθείς. Ἐφ' ᾧ θαμβηθεὶς θάμνον ἀτενίσας ὁρᾷ βάτου πυροειδῶς ἐξάπτοντα καὶ τοῖς κλάδοις ὡς ἐν δρόσῳ συνθάλλοντα. πρὸς οἷς τὴν ἀκοὴν φωνῇ καλούσῃ μειζόνως ἐκπλαγεὶς ἀνυπόδετος καὶ ἀβαρὴς δερματίνων περιβόλων προσ βῆναι τῷ ὄρει καὶ τῆς γῆς, ὡσεὶ τηλικούτῳ φωτὶ περιήστραπτο, προσ ψαῦσαι κελεύεται. καὶ δὴ προσελθὼν εὐλαβείᾳ πολλῇ τὰς ὄψεις ἐπὶ θείοις αὐτῷ ῥήμασι λαλουμένοις ἀποστρέφεται, καὶ τὴν ἡγεμονίαν τῶν ὁμοφύ λων μετὰ πλείστην παραίτησιν ἐγχειρίζεται. σημείοις δὲ καὶ τέρασι καθ οπλισθεὶς εἰς Αἴγυπτον ἅμα δυσὶ παισὶ καὶ γυναικὶ κάτεισιν, ᾧτινί τις ἄγγελος ἐπιστὰς λέγεται θάνατον ἀπειλεῖν, ὃν ἱλεώσατο καίπερ οὖσα ἀλλόφυλος ἡ γυνὴ τῷ τῆς περιτομῆς αἵματι τοῦ παιδός· συναντήσας δ' αὐτῷ Ἀαρὼν θεόθεν σταλεὶς κοινολογεῖται περὶ τῆς τοῦ λαοῦ συνελεύ σεως εἰς μίαν ἐκκλησίαν καὶ περὶ τῶν λαληθησομένων αὐτοῖς ὡς ἐκ θεοῦ ῥημάτων, ὅσα τε περὶ τῆς ἐλευθερίας ἐχρῆν ἀγγελθῆναι τοῖς χρόνῳ πολλῷ πεποιηκόσιν, οὔτε γεγονότος, καὶ τῶν περὶ τὴν ῥάβδον καὶ τὴν χεῖρα Μωυσέως ἀπολευκουμένην καὶ αὖθις ἀποκαθισταμένην θαυμάτων καὶ πο τάμιον ὕδωρ αἱματούμενον, πρὸς αὐτὸν ἤδη λοιπὸν ἠγωνίζετο Φαραῶ. εἰς γὰρ τὸν λεγόμενον Μισφραγμούθωσιν ἐλθόντες καὶ τοὺς θείους παρρησίᾳ ποιούμενοι διεδείκνυντο λόγους· ἐφ' οἷς χαλεπήνας ὁ τύραννος ἐπέτεινε τοῖς Ἰσραηλίταις τὴν κάκωσιν, ἀντισοφισάμενος μὲν καὶ διὰ γοητικῆς μαγγανείας φαντασίᾳ μόνῃ καὶ οὐκ ἐνεργείᾳ τοῖς εὐεξαπατήτοις τὸν νοῦν παραδεικνύσης, αἰσχυνθεὶς δὲ σὺν τοῖς γόησι καταβρωθεισῶν αὐτοῖς τῶν ῥάβδων ὑπὸ τῆς ῥάβδου Μωυσέως. 142 Ὁρῶν δ' αὐτὸν ὁ Μωυσῆς ἀπειθοῦντα τῷ θεῷ σὺν τοῖς περὶ αὐτὸν πρώ την ἐπάγει κοινὴν τῷ ἔθνει πληγήν, αἷμα τὸ πᾶν ὕδωρ προστάγματι ποιήσας θεοῦ, ὡς καὶ τὴν γῆν ὅλην Αἰγύπτου καὶ τοὺς λίθους καὶ τὰ ξύλα τοῦ αἵματος γέμειν. Μωυσῇ δὲ καὶ Ἀαρὼν καὶ τοῖς Ἑβραίοις ἐπίνετο τὸ ὕδωρ. ἔνθεν γὰρ καὶ τοῖς γόησιν ἀντεσοφίσθη τὸ παρὰ τοῖς Ἑβραίοις εὑρισκόμενον ὕδωρ αἷμα δοκεῖν φαίνεσθαι. Τὸ δ' αὐτὸ νοητέον καὶ ἐπὶ τῆς δευτέρας πληγῆς τῶν βατράχων, Αἰγυ πτίους μὲν πάντας τῷ πάθει μαστίζεσθαι,