64
Ἐπαινέσαντος δὲ τοῦ πρεσβυτέρου βασιλέως καὶ ἐπιτρέψαντος τὴν βουλὴν, οἵ τε μετὰ τοῦ νέου βασιλέως ἐλθόντες καὶ οἱ τῷ πρεσβυτέρῳ συνόντες ἐν Βυζαντίῳ τῶν ἐπιφανῶν, προστεταχότων τῶν βασιλέων, ἐν μέσαις ταῖς βασιλείοις ἐκαθέσθησαν αὐλαῖς, βουλευσόμενοι περὶ τοῦ πολέμου. σιγῆς δὲ γενομένης ἐπὶ μικρὸν, οἱ ἐν Βυζαντίῳ τοὺς μετὰ τοῦ νέου προὐκαλοῦντο βασιλέως ἐλθόντας, ἐφ' οἷς συνήγαγον τὴν ἐκκλησίαν λέγειν, ὡς αὐτῶν ἅττα ἂν λέγωσιν ἀκουσομένων. ἐκείνων δὲ τὸν μέγαν δομέστικον προτρεπομένων λέγειν ὡς καὶ αὐτῶν τὰ ἴσα καὶ βουλομένων καὶ φρονούντων, ὁ μέγας δομέστικος εἶπε τοιάδε· «ἄνδρες συστρατιῶται, ἐν ἴσῳ πάντες ἄνθρωποι δικαιοῦσι τῷ τε τῆς ὑπαρχούσης δόξης ὑφιεμένῳ μέμφεσθαι διὰ μαλακίαν, καὶ τὸν τῆς μὴ προσηκούσης θρασύτητι ἐφιέμενον μισεῖν. διὸ καὶ αὐτὸς οὐ τῆς μὴ προσηκούσης ἡμῖν δόξης ἀντέχεσθαι παρελήλυθα συμβουλεύσων, ἀλλὰ τὴν ὑπὸ τῶν προγόνων εἰς ἡμᾶς ἀγῶσι καὶ πόνοις διασωθεῖσαν ἀτολμίᾳ τῇ πρὸς τὰ δεινὰ ἐλάσσω μὴ ποιεῖν. μὴ θαυμάσητε δὲ, εἰ, βασιλεῦσι περὶ τῶν τοιούτων βουλεύεσθαι προσῆκον, αὐτὸς ὑμῖν προὔθηκα τὴν βουλήν. ἡγοῦμαι γὰρ καὶ πόλιν αὐτονομουμένην 1.183 καὶ βασιλείαν πλείω τοὺς ἰδιώτας ὠφελεῖν σύμπασαν ὀρθουμένην, ἢ κακῶς πάσχουσαν ἀθρόαν, καθ' ἕκαστον δὲ εὐπραγοῦσαν τῶν πολιτῶν. δυστυχῶν μὲν γὰρ ἐν εὐπραγούσῃ τῇ πατρίδι μάλιστ' ἄν τις διασώζοιτο· εὖ δὲ φερόμενος ἐν ἀτυχούσῃ οὐδὲν ἧττον συναπόλλυται. ὁπότε οὖν καὶ πόλις καὶ βασιλεία πρὸς μὲν τὰς ἰδίας συμφορὰς οἵα τε ἀντέχειν, εἷς δὲ ἕκαστος ἀδύνατος πρὸς τὰς ἐκείνης, πῶς οὐ χρὴ παντὶ τρόπῳ πάντας ἀμύνειν αὐτῇ; ἃ μὲν οὖν εἰς ἡμᾶς ὁ τῶν Μυσῶν ἐξύβρισε βασιλεὺς, πάντες ἀκηκόατε καὶ αὐτοί. τῶν ἄλλων γὰρ λῃστείαις χρωμένων, ἢ, εἴποτε καὶ ἐσβάλλοιεν στρατιᾷ, ἄχρι τῆς ἄκρας ἀφικνουμένων καὶ ἅμα τῷ αἴσθησιν παρασχεῖν ἀποδιδρασκόντων εἰς τὴν ἰδίαν, αὐτὸς ὥσπερ οὐκ εἰς πολεμίαν, ἀλλ' εἰς τὴν ἰδίαν ποιούμενος τὰς στρατοπεδείας, ἀσφαλῶς καθήμενος ἐδῄου τὴν γῆν ἡμῶν ἐπὶ δυοκαίδεκα ἡμέραις· καὶ προῆλθέ γε ἄχρι Βήρας καὶ Τραιανουπόλεως, τέμνων αὐτήν. εἴ τῳ δὲ δοκεῖ διὰ τὸ ἐκ προνοίας ἐν ταῖς πόλεσι καὶ τοῖς φρουρίοις τά τε βοσκήματα καὶ τοὺς ἀνθρώπους ἐγκατακλεισθέντας ἐλάσσω, ἣ ἐχρῆν γενέσθαι, τὴν ζημίαν ἀνεκτὸν εἶναι, ἴστω ἐξαπατῶν ἑαυτόν. ἐὰν γὰρ μὴ νῦν τιμωρησώμεθα αὐτοὺς ἀξίως, καὶ δευτέραν ἐσβολὴν ποιήσονται καὶ τρίτην· καὶ οὐ μόνον τοὺς τῶν πόλεων δήμους ἀπ' ἐλασσόνων ὁρμωμένους ἀποστερήσουσι καὶ τούτων, ἀλλὰ καὶ ἡμᾶς τοὺς δυνατοὺς, πολλὰ καλὰ κτήματα ἔχοντας κατὰ τὴν χώραν, ζημιώσουσι πολλά. διὸ δὴ καὶ πα 1.184 ραινῶ ὑμῖν, ὁμόσε χωρεῖν τοῖς πολεμίοις, μὴ φρονήματι μόνον τῶν προγόνων, ἀλλὰ καὶ καταφρονήματι χρωμένους. ἐκεῖνοί τε γὰρ ἐκ τοῦ ἀεὶ νικᾷν τοὺς Μυσοὺς ἐχυρωτέραν ἔχοντες τὴν τόλμαν, καταφρονητικῶς ἐπῄεσαν αὐτοῖς, καὶ ἡμῖν, ἐὰν τῆς ἐκείνων ἀρετῆς καὶ προθυμίας φανῶμεν ζηλωταὶ, τὸ αὐτὸ ἐξέσται. ἔχομεν δὲ καὶ πολλὰ ἐνέχυρα ἀσφαλῆ τοῦ περιγενέσθαι ἂν αὐτῶν ἐν τῷ πολέμῳ. ἥ τε γὰρ ἡμετέρα στρατιὰ πλείων καὶ τὰ πολέμια κραταιοτέρα, ὑμῶν τε τῆς συγκλήτου πολλοὶ τῶν ἐκείνων βασιλέων οὐ φρονήσει μόνον, ἀλλὰ καὶ ἀνδρίᾳ καὶ πείρᾳ τῇ πρὸς στρατηγίας ὑπερέχετε πολύ· χρήμασί τε οὐκ ἐκ τῶν κοινῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἰδίων ἐῤῥώμεθα μᾶλλον ἐκείνων. οἷς εἰ μὴ χρησαίμεθα νῦν, ὁπότε ἂν ἀπολαύσαιμεν τῆς ἐξ αὐτῶν ὠφελείας ἀπορῶ. ὡς οὖν ἐν πᾶσιν ὑπερέχοντες αὐτῶν, διδάξωμεν αὐτοὺς οὐ τὸ ἐς τὴν ἡμετέραν εἰσβάλλειν ὂν λυσιτελὲς, ἀλλὰ τὸ τὴν ἰδίαν ἀσινῆ καρποῦσθαι ἀγαπητόν· καὶ προθύμως συναγωνισώμεθα κατὰ τόνδε τὸν πόλεμον τοῖς ἡμετέροις βασιλεῦσι καὶ χρήμασι καὶ οἰκέταις καὶ τοῖς σώμασιν αὐτοῖς, τῇ τε τῆς Ῥωμαίων ἡγεμονίας τιμῇ ἀπὸ τοῦ μὴ ὑπὸ τῶν βαρβάρων καταφρονεῖσθαι, ᾗ ἀγαλλόμεθα πάντες, βοηθῶμεν καὶ μὴ φεύγωμεν τοὺς πόνους. ἃ μὲν οὖν εἶπον, προθύμως ἅπτεσθαι τοῦ πολέμου παραινῶν ὑμῖν, οὐδὲ αὐτοὺς ἂν λογισαμένους ὡς οὐ καλῶς ἔχουσιν, ἀντειπεῖν δοκῶ. ὅτι δὲ πρὸς τὴν ἴσην παρεσκεύασμαι καὶ αὐτὸς