64
ἐμπλεόντων πειρωμένων γνῶναι τὸν αιτιον, κληροῦται ὁ ̓Ιωνᾶς. καὶ οστις ειη ἀνακρινόμενος ἐκεῖνος τὰ καθ' ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν προετρέπετο· "οὐ γὰρ αν αλλως" ελεγε "τὸν κίνδυνον διαφύγοιτε." ὁ μὲν ουν ἐρρίφη, ὁ δὲ κλύδων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ισας νύκτας ζῶντα καὶ σῷον αὐτὸν ἐξήμεσεν. ὁ δὲ συγγνώμην ῃτει τὸν θεὸν διὰ τὴν παρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι α προσετέτακτο. ὁ δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ καταστραφῆναι ἐκήρυξεν. ὁ δὲ τῆς πόλεως βασιλεὺς καὶ ὁ λαὸς απας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ος τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ολεθρον ἀπ' αὐτῶν. ̔Ιεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς θνήσκει. καὶ μετ' αὐτὸν ἐκράτησε τῆς ἀρχῆς ̓Αζαρίας ὁ παῖς αὐτοῦ. 1.161 ̔Ο δὲ βασιλεὺς ̔Ιερουσαλὴμ ̓Οζίας εὐσεβὴς τὰπρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος ην· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφόρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκπέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιᾶσαι τῷ θεῷ ἐπεχείρησεν· κωλυόντων δ' αὐτὸν τοῦ ἀρχιερέως ̓Αζαρίου καὶ τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θάνατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ φῶς οιον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως οψει προσβαλὸν λέπραν ἐποίησε κατ' αὐτῆς ἐξανθῆσαι. οἱ δ' ἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βασιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ ουτως ζήσας χρόνον τινά, ὑπ' ἀθυμίας ἀπέθανε, βασιλεύσας ετη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ ̓Ιωάθαμ. ̓Αζαρίας δὲ ὁ τοῦ ̔Ιεροβοὰμ ἐπὶ εξ βασιλεύσας μῆνας τῶν ̓Ισραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολοφονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφ' ἡμέρας βασιλεύσας τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύσαντος ἐπὶ τὸν ̓Ισραὴλ ἀντ' αὐτοῦ. ἀραμένου δὲ πόλεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν ̓Ασσυρίων βασιλέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, α ἐκ τοῦ λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ετη δὲ βασιλεύσας δέκα ὁ Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ ουτος καὶ ὠμὸς γεγονὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ ̔Ρομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσεβῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. οτε καὶ Θαιγλαφαλασὰρ ὁ τῶν ̓Ασσυρίων βασιλεὺς 1.162 τῇ χώρᾳ τῶν ̓Ισραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ χώραν οὐκ εὐαρίθμητον. ὁ δὲ τοῦ ̓Οζίου υἱὸς ̓Ιωάθαμ βασιλεὺς ̔Ιερουσαλὴμ εὐσεβὴς τυγχάνων καὶ δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς ̓Αμμανίτας ὑποφόρους εθετο, μάχῃ νικήσας αὐτούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν ̓Ασσυρίων προεῖπε καταστροφῆς· καὶ ἡ πρόρρησις ἐκείνου εργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελθόντων ἐνιαυτῶν. τῷ δ' ̓Ιωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ετη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δ' ἐπὶ εξ βασιλεύσαντι. Μετέπεσε δὲ τῆς ̔Ιερουσαλὴμ ἡ ἀρχὴ εἰς Αχαζ τὸν ἐκείνου υἱόν, ἀσεβήσαντα πρὸς θεὸν καὶ τοὺς αὐτοῦ νόμους παραβάντα· εἰδώλοις γὰρ προσεκύνει καὶ βωμὸν αὐτοῖς ἐν ̔Ιεροσολύμοις ἀνέστησε καὶ παῖδα οἰκεῖον αὐτοῖς ὡλοκαύτωσε. καθ' ου ̔Ραασὼν ὁ τῶν Σύρων ἡγεμονεύων καὶ ὁ τῶν ̓Ισραηλιτῶν βασιλεὺς Φακεὲ συμπνεύσαντες ἐπολιόρκουν αὐτὸν ἐν ̔Ιερουσαλὴμ ἐπὶ μακρόν. καὶ ὁ μὲν ̔Ραασών, πόλεων ἑτέρων κρατήσας, τοὺς αὐτῶν οἰκήτορας ἀνελὼν καὶ Σύρους ἐγκατοικίσας αὐταῖς ἐπανῆλθεν εἰς ∆αμασκόν· Αχαζ δέ, μόνου περιλειφθέντος τοῦ Φακεέ, συμμίξας αὐτῷ ηττητο, δώδεκα μυριάδας ἀποβαλὼν τοῦ λαοῦ καὶ πολλοὺς τῶν ἐπισήμων καὶ τὸν υἱόν. Φακεὲ δὲ ἀνέζευξεν εἰς Σαμάρειαν αὐτὸς καὶ ἡ στρατιὰ αὐτοῦ, αἰχμαλώτων πλῆθος πολὺ εἰς τὴν ἑαυτῶν μετοικίσαντες. προφήτης δέ τις ἐν Σαμαρείᾳ πρὸ τῶν τειχῶν ὑπαντήσας αὐτοῖς ἐμέμφετο ὡς συγγενεῖς 1.163 αἰχμαλωτίσασι καὶ