64
ἐπανέρχεσθαι. Ξενοφῶν· ωστε ἀπαυθημερίζειν ἐπὶ τὸ στράτευμα. ̓Απαυτοματισθεῖσα. οὐκ ἀφ' ἑαυτῆς τελειωθεῖσα. ̓Απαυχενίζειν. ἀφηνιᾷν, ἀτακτεῖν, η τὸν αὐχένα συντρίβειν. ̓Απαιθριάζει. ἀντὶ τοῦ εὐδίαν αγει. ̓Αριστοφάνης· ἀπαιθριάζει τὰς νεφέλας η ξυνεφεῖ. ἀντὶ τοῦ συνάγει τὰ νέφη. Απαιρε. ο οἱ πολλοὶ ᾳρον λέγουσιν. ̓Απαίρειν. ἀντὶ τοῦ παραγενέσθαι. ̓Απαίροντεσ. μεθιστάμενοι. ουτως ̓Αριστοφάνης. ̓Απέβη. ἀπέθανεν. ̓Απεβίω. ὁμοίως. ̓Απεγένετο. ὡσαύτως. ουτως ̓Αντιφῶν καὶ Θουκυδίδης. ̓Απεγνωκώσ. ἀποδοκιμάσας. ουτως ∆ημοσθένης. ̓Απέδει. ἐνέλιπεν. ὁ δὲ Φιλοποίμην ̓Αρκὰς ἀπέδει Πελοποννησίων οὐδενός. alpha.259 ̓Απεδειλία. ἐδεδίει. ̓Απέδειξεν. ἀντὶ τοῦ παρέδωκεν. ουτως Ξενοφῶν. ̓Απεδημηκότεσ. ἀντὶ τοῦ ἀποδεδημηκότες. ουτως Ερμιππος. ̓Απεδοκίμαζεν. ἀτίμως υβριζεν, ἐξεφαύλιζεν. ἀπεδοκίμαζε μὲν τοὺς κοσμίους τοῖς ηθεσι, τοὺς ἐν κύβοις δὲ καὶ μέθαις ἐτίμα καὶ προῆγεν. ̓Απέδοξεν. ἀντὶ τοῦ· πῶς οὐκ εδοξεν. ̓Απεκάθετο. ἀντὶ τοῦ ἐκαθέζετο. ὁ δὲ Σκιπίων ἀπεκάθετο πρός τινι πυραμίδι, θεωρῶν τοὺς αὐτομόλους. ̓Απεκάλει. ἀντὶ τοῦ ἐνεκάλει. Ξενοφῶν δὲ ἀντὶ τοῦ μετεπέμπετο. ̓Απέκνισεν. εκοψε. ξύλα ἀπέκνισεν. ̓Απέλθοι. ἀντὶ τοῦ ἐπανέλθοι. Θουκυδίδης. ∆ημοσθένης δὲ ἀντὶ τοῦ ἀποπεράναι. ̓Απελογίζετο. ἀπηριθμεῖτο. ὁ δὲ εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας. ̓Απενιαυτίσαι. ἐνιαυτὸν φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. ἀπενιαυτίσαι εἰς τὸ τῶν Σκυθῶν εθνος. ̓Απεπίστευον. ηλπιζον. ἐν δὲ τοῖς ἐπιπέδοις καὶ ὑψηλοῖς ἀπεπίστευον. alpha.260 ̓Απεσκευάζετο. τὴν στολὴν ἀπετίθει. κυρίως δὲ ἀποσκευάσασθαί ἐστι, τὸ ἀποῤῥίψαι τὰ σκεύη, καὶ τοῖς πολεμίοις ἀκολουθεῖν. μετὰ πλείστων ἀνθρώπων ἐκεῖσε ἀπεσκευάσατο. ̓Απέσομαι. ̓Αριστοφάνης ἀντὶ τοῦ ἀπέρχομαι. ̓Απεσπούδαζεν. ἠμέλει, κατεφρόνει. οὐδὲν τῶν ̓Επικούρου λόγων ἀπεσπούδαζεν ὁ ̓Απολλώνιος. ̓Απεσχοίνισεν. ἀπεχώρισεν. ̓Απεσχοινισμένοσ. ὁ ἐστερημένος. ∆ημοσθένης δὲ ἀντὶ τοῦ ἀποκεκλεισμένος. ̓Απετιμήσαντο. ἀποτίμημα ελαβον. ουτως ∆ημοσθένης. καὶ ἀποτίμησις τὸ ἀποτίμημα. ̓Απετρίψαντο. ἀπελογίσαντο. οὐ μόνον ἀπετρίψαντο τὰς διαβολάς. ̓Απετρύετο. κατεδαπανᾶτο. καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. καὶ ἀπέτρυσεν ὁμοίως. ̓Απευήκασιν. ἀπεξηραμμέναι εἰσίν. ̓Απεφλαύριζεν. ἐκάκιζεν. ὁ δὲ τούτοις ἀντέπραττε καὶ ἀπεφλαύριζε τὰ λεγόμενα. ̓Απεχειρίσθη. τὴν χεῖρα ἀφαιρέθη. ος μετὰ πολλὰς αἰκίας καὶ στρεβλώσεις ἀπεχειρίσθη τὴν δεξιάν. alpha.261 ̓Απέχω. ἀντὶ τοῦ ἀπέλαβον. ἀπέχομέν γε τὴν χάριν. ̓Απεχρᾶτο. ̔Ηρόδοτος, ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδης δὲ, ἀπεχρῶντο ἀντὶ τοῦ ἀνῄρουν. Απει. ἀντὶ τοῦ ἀπελεύσῃ. ̓Απεῖδεν. ἀντὶ τοῦ μετὰ δριμύτητος ἐθεάσατο. ὁ δὲ στρατηγὸς ἐπεὶ ἀπεῖδεν εἰς αὐτόν. ̓Απήρτα. ἐκώλυσεν, διατριβὴν παρεῖχεν. ἀπήρτα τὸν πλοῦν τῆς ὁδοῦ. ξυμπαρέπλει τῇ στρατιᾷ. ̓Απήχθη. ἀπεκομίσθη, η παρετράπη. ὁ δὲ ̓Απολλώνιος τὴν γλῶτταν ἀττικῶς ειχεν, οὐ δὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ εθνους. ̓Απῃρκότοσ. ἀναχωρήσαντος. αρτι δὲ ἀπῃρκότος τοῦ Σοραίχον, ἡ Σιωνὶς ἐφίσταται. Απιμεν. ἀπερχόμεθα. ̓Απιστεῖν. τὸ ἀπιθεῖν. ουτως Πλάτων. ̓Αποβῆναι. τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην. ἀποβάτης δέ ἐστιν ἱππικὸν ἀγώνισμα. ̓Αποφλαυρίζοντεσ. ἐπιτωθάζοντες, ἐξευτελίζοντες, η ὡς πονηρὸν ἀποστρεφόμενοι. ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ πονηροῦ τάττεται. ̓Απόστιχε. ἀπαλλάσσου, ἀναχώρει. στείχω, εστιχον, εστιχες, εστιχε, καὶ ἀπόστιχε. ̓Απόερσεν. ἀπέπνιξε, διέφθειρε. παρὰ τὸ εῤῥω τὸ φθείρω, ὁ μέλλων ἐρῶ καὶ αἰολικῶς alpha.262 ερσω, ὁ ἀόριστος ερσα, ερσας, ερσε καὶ ἀπόερσεν. ̓Αποκαίνυμι. νικῶ. ἀπὸ τοῦ καίνω τὸ φονεύω, καίννυμι, ἐκαιννύμην, ἐκαίννυσο, ἐκαίννυτο. μεταφορικὴ δὲ ἡ λέξις. κυρίως γὰρ ἐπὶ τῶν φονευόντων καὶ νικώντων λαμβάνεται. η παρὰ τὸ αινυμαι, τὸ λαμβάνω. ἀπὸ τοῦ αινυσθαι καὶ λαμβάνειν αθλον τοὺς νικῶντας. ̓Απολιχμῆσαι. ἀπολεῖξαι. λείχω, λειχῶ, καὶ λιχμῶ, λιχμήσω. ̓Απόχρη. ἀρκεῖ. ἀπὸ τοῦ χρῶ, τοῦ σημαίνοντος τὸ παρέχω, γίνεται ῥῆμα χρῆμι, χρῆς, χρῆσι καὶ κατὰ ἀποκοπὴν χρὴ, καὶ ἐν συνθέσει ἀπόχρη. ̓Αποβρίξειν καὶ ἀποβρίξας, ἀπονυστάξασ.