Τοῦ ἁγίου Ἰουστίνου Φιλοσόφου καὶ Μάρτυρος πρὸς Τρύφωνα
καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ
την ζήτησιν ἐποιησάμεθα; Κἀγὼ πάλιν· Ἀναγκαῖόν ἐστι καὶ ταῦτα ὑμᾶς ἐρωτῆσαι, ὅπως γνῶ· μήτι ἄλλο φρονεῖτε παρὰ θεῷ; ὁμολογήσατε. Κἀκεῖνος· Oὔ, ἄνθρωπε, ἔφη. Κἀγὼ πάλιν· Ὑμῶν οὖν ταῦτα ἀληθῶς συντιθεμένων καὶ τοῦ λόγου λέγοντος· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; οὐκ ἤδη καὶ νοεῖν ὀφείλετε ὅτι οὐκ ἔστι γένους ἀνθρώπου σπέρμα; Καὶ ὁ Τρύφων· Πῶς οὖν ὁ λόγος λέγει τῷ ∆αυεὶδ ὅτι ἀπὸ τῆς ὀσφύος αὐτοῦ λήψεται ἑαυτῷ υἱὸν ὁ θεὸς καὶ κατορ θώσει αὐτῷ τὴν βασιλείαν καὶ καθίσει αὐτὸν ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ; Κἀγὼ ἔφην· Ὠ Τρύφων, εἰ μὲν καὶ τὴν προφητείαν, ἣν ἔφη Ἠσαίας, οὔ φησι πρὸς τὸν οἶκον τοῦ ∆αυείδ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἀλλὰ πρὸς ἕτερον οἶκον τῶν δώ δεκα φυλῶν, ἴσως ἂν ἀπορίαν εἶχε τὸ πρᾶγμα· ἐπειδὴ δὲ καὶ αὐτὴ ἡ προφητεία πρὸς τὸν οἶκον ∆αυεὶδ εἴρηται, τὸ εἰρημένον πρὸς ∆αυεὶδ ὑπὸ θεοῦ ἐν μυστηρίῳ διὰ Ἠσαίου ὡς ἔμελλε γίνεσθαι ἐξηγήθη· εἰ μήτι τοῦτο οὐκ ἐπίστασθε, ὦ φίλοι, ἔφην, ὅτι πολλοὺς λόγους, τοὺς ἐπικεκαλυμμένως καὶ ἐν παραβο λαῖς ἢ μυστηρίοις ἢ ἐν συμβόλοις ἔργων λελεγμένους, οἱ μετ' ἐκείνους τοὺς εἰπόντας ἢ πράξαντας γενόμενοι προφῆται ἐξηγήσαντο. Καὶ μάλα, ἔφη ὁ Τρύφων. Ἐὰν οὖν ἀποδείξω τὴν προφητείαν ταύτην τοῦ Ἠσαίου εἰς τοῦτον τὸν ἡμέτερον Χριστὸν εἰρημένην, ἀλλ' οὐκ εἰς τὸν Ἑζεκίαν, ὥς φατε ὑμεῖς, οὐχὶ καὶ ἐν τούτῳ δυσωπήσω ὑμᾶς μὴ πείθεσθαι τοῖς διδασκάλοις ὑμῶν, οἵτινες τολμῶσι λέγειν τὴν ἐξήγησιν, ἣν ἐξηγήσαντο οἱ ἑβδομήκοντα ὑμῶν πρεσβύτεροι παρὰ Πτολεμαίῳ τῷ τῶν Aἰγυπτίων βασιλεῖ γενόμενοι, μὴ εἶναι ἔν τισιν ἀληθῆ; ἃ γὰρ ἂν διαρρήδην ἐν ταῖς γραφαῖς φαίνονται ἐλέγχοντα αὐτῶν τὴν ἀνόητον καὶ φίλαυτον γνώμην, ταῦτα τολμῶσι λέγειν μὴ οὕτω γεγράφθαι· ἃ δὲ ἂν καὶ ἕλκειν πρὸς ἃ νομίζουσι δύνασθαι ἁρμόζειν πράξεις ἀνθρωπείους, ταῦτα οὐκ εἰς τοῦτον τὸν ἡμέτερον Ἰησοῦν Χριστὸν εἰρῆσθαι λέγουσιν, ἀλλ' εἰς ὃν αὐτοὶ ἐξηγεῖσθαι ἐπιχειροῦσιν. ὁποῖον καὶ τὴν γραφὴν ταύτην, περὶ ἧς ἡ νῦν ὁμιλία ἐστίν, ἐδίδαξαν ὑμᾶς λέ γοντες εἰς Ἑζεκίαν αὐτὴν εἰρῆσθαι, ὅπερ, ὡς ὑπεσχόμην, ἀπο δείξω ψεύδεσθαι αὐτούς. ἃς δ' ἂν λέγωμεν αὐτοῖς γραφάς, αἳ διαρρήδην τὸν Χριστὸν καὶ παθητὸν καὶ προσκυνητὸν καὶ θεὸν ἀποδεικνύουσιν, ἃς καὶ προανιστόρησα ὑμῖν, ταύτας εἰς Χριστὸν μὲν εἰρῆσθαι ἀναγκαζόμενοι συντίθενται, τοῦτον δὲ μὴ εἶναι τὸν Χριστὸν τολμῶσι λέγειν, ἐλεύσεσθαι δὲ καὶ παθεῖν καὶ βασιλεῦσαι καὶ προσκυνητὸν γενέσθαι θεὸν ὁμολογοῦσιν· ὅπερ γελοῖον καὶ ἀνόητον ὂν ὁμοίως ἀποδείξω. ἀλλ' ἐπεὶ κατεπείγει με πρότερον πρὸς τὰ ὑπὸ σοῦ ἐν γελοίῳ τρόπῳ εἰρημένα ἀποκρίνασθαι, πρὸς ταῦτα τὰς ἀποκρίσεις ποιή σομαι, καὶ πρὸς τὰ ἐπίλοιπα εἰς ὕστερον τὰς ἀποδείξεις δώσω.