τοῦ ἐκ τοῦ ἰδίου αὐτοῦ σώματος τικτομένου. Ὥσπερ γὰρ ὁ τικτόμενος ἐκ τῆς τοιαύτης συναφείας ὀνομάζεται τοῦ τελευ τήσαντος, οὕτως καὶ ἡ γυνὴ ἐκείνου ὀνομάζεται γυνή. Ἐρώτησις ρλγ. Eἰ ὁ προλεχθεὶς νόμος πρὸ τῶν χρόνων τοῦ ∆αυῒδ τοῖς Ἰσραηλίταις ἐντέταλται, πῶς ὁ εὐαγγελιστὴς Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ ∆αυῒδ καὶ μετὰ τὸν ∆αυῒδ ἐμνη μόνευσεν, ὁ δὲ Λουκᾶς πρὸ μὲν τοῦ ∆αυῒδ τῶν κατὰ φύσιν, μετὰ δὲ τὸν ∆αυῒδ τῶν κατὰ νόμον πατέρων τὴν μνήμην πε ποίηται; Καὶ εἰ τὰ ὀνόματα τῶν κατὰ φύσιν καὶ κατὰ νόμον πατέρων ἀπαραλείπτως μετὰ τὴν μετοίκησιν Βαβυλῶνος ἐν ταῖς θείαις γραφαῖς οὐχ εὑρίσκεται, ἀλλὰ κατὰ ἀπόφασιν γέ γραπται, πῶς τὰ κατὰ ἀπόφασιν γραφέντα ὑπὸ τῶν ἀκρι βεστέρων ἀποδεχθῆναι δυνήσονται; Ἀπόκρισις. Καὶ ὁ Λουκᾶς τῶν κατὰ φύσιν πατέρων τοῦ Ἡλεὶ ἐμνή σθη, τῶν τε πρὸ τοῦ ∆αυῒδ καὶ τῶν μετὰ τὸν ∆αυΐδ. Ὁ δὲ Ἡλεὶ μόνος ἦν κατὰ τὸν νόμον πατὴρ τοῦ Ἰωσήφ, τοῦ διὰ τὴν κατὰ νόμον υἱότητα ἕως τοῦ Ναθὰν κατὰ τὴν αὐτὴν σχέσιν ἀναγομένου. Τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ νόμον, τὸν δὲ κατὰ φύσιν, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ κατὰ φύσιν ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν. Ὥσπερ γὰρ αὐτὸς ὁ Ἰωσὴφ υἱὸς μὲν ἐκλήθη τοῦ Ἡλεῖ, μὴ γεννηθεὶς δὲ ἐξ αὐτοῦ, ὅτι τῷ θείῳ νόμῳ οὕτως ἔδοξεν ἐκ τῆς γυναικὸς τοῦ Ἡλεῖ δοῦναι υἱὸν τῷ Ἡλεί, οὕτως ἔδοξε τῷ θεῷ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ δοῦναι υἱὸν τῷ Ἰωσὴφ μὴ γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ. Ἰωσήφ, φησίν, υἱὸς ∆αυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. Τὸ γὰρ ἐκ γυναικός τινος χωρὶς πορνείας τικτόμενον υἱός ἐστιν ἐξ ἀνάγκης τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ᾧ τρόπῳ βούλεται ὁ θεὸς δοῦναι υἱὸν τῷ ἀνδρί, ἢ διὰ συνα φείας ἢ χωρὶς συναφείας. Oὐκ ἀποφάσει δὲ χρώμενοι οἱ εὐαγγελισταὶ τὴν ἔκθεσιν ἐποιήσαντο τῶν ἐν ταῖς γενεαλογίαις ὀνομασθέντων, ἀλλὰ ταῖς ἐγγράφοις ἱστορίαις. Ἑβραῖοι γὰρ ἦσαν ἐξ Ἑβραίων οἱ τὰς γενεαλογίας συγγραψάμενοι ἅγιοι εὐαγ γελισταί, παρ' οἷς πολλή τις ἦν σπουδὴ τοῦ ἐγγράφως ἔχειν τῆς βασιλικῆς τε καὶ ἱερατικῆς φυλῆς τὴν γενεαλογίαν. Ἀμέ λει μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ἔσδρας, οὓς οὐχ εὗρεν ἐν τῷ τῶν ἱερέων καταλόγῳ γενεαλογουμένους, τούτους ἐξέβαλεν ἀπὸ τῆς ἱερατικῆς λειτουργίας. Καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τῶν Παραλειπομένων. Ἐρώτησις ρλδ. Eἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωϋσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς οὐ νό μος ἀλλ' αὐτὸς ὁ νομοθέτης ὁ Μωϋσῆς ὀνομάζεται; Ἀπόκρισις. Ἔθος ἐστὶν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῇ θείᾳ γραφῇ, τῷ τοῦ εἰρηκότος τὸν λόγον ὀνόματι ὀνομάζειν τὸν λό