64
ταῖς χερσὶν ὑμῶν.» Τὸ ἀπεσχισμένον καὶ ἰδιάζον, τοῦ κοινωνικοῦ, καὶ ἡνωμένου τοῖς πολλοῖς προτιμώτερον. Ἀφάτῳ τοίνυν δυνάμει φαντασιούμενοι τὸν νοῦν οἱ ἀπερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἡνιοχοῦντα αὐτοὺς ἔχουσι τὸν λόγον τοῦ Θεοῦ. - Ἡσυχία, καθάρσεως ἀρχὴ τῇ ψυχῇ, καὶ ὥσπερ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι, καὶ ὀργαὶ, καὶ λύπαι, καὶ φόβοι τὰ ἰοβόλα τῆς ψυχῆς κακὰ, κατευνασθέντα διὰ τῆς ἡσυχίας, καὶ μὴ ἀγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. -Ἐπὶ τὸν κόσμον μὴ διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει, μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι. Χρή τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρὸν ἀπανάγειν τὸν νοῦν ἀπὸ τῶν πλανωμένων. Ἡ ἀπράγμων ἡσυχία, τῆς ἐν πράγμασιν περιφανείας τιμιωτέρα. Τότε μάλιστα ἐπιτίθεται ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένους ἡμᾶς, καὶ καθ' ἑαυτοὺς ὄντας. - Ἁρμόζει τῷ ἐγκρατεῖ, καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον. Πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Μέγας συνεργὸς πρὸς τελειότητα τῶν ἀνθρώπων ἐστὶν ἡ ἀναχώρησις. Μεγάλην εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. Ζῇν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον, καὶ θαῤῥεῖν, ἢ ταράττεσθαι χρυσῆν ἔχοντα κλίνην. Βίος ἡσύχιος χρημάτων πολλῶν περιφανέστερος. Ὁ σοφὸς ἠρεμίαν, καὶ ἀπραγμοσύνην, καὶ σχολὴν 95.1248 μεταδιώκει, ἵνα τοῖς θείοις θεωρήμασιν ἐν ἡσυχίᾳ ἐντύχῃ
ΤΙΤΛ. ΛΗʹ. -Περὶ ἀποφάσεως, καὶ ἀνταποδόσεως, καὶ ἀκριβείας Θεοῦ· καὶ ὅτι οὐ δεῖ τῆς ὀργῆς τοῦ Θεοῦ πλέον ἀμύνασθαι, ἢ παρὰ τὰς ἐντολὰς αὐτοῦ
φιλανθρωπεύεσθαι. «Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Οὐχὶ μικρὸς ἐνώπιον Κυρίου, ἡγούμενος
σκήπτρου φυλῆς Ἰσραὴλ, καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ; Καὶ εἶπέν σοι· Πορεύθητι, καὶ ἐξολόθρευσον τὸν Ἀμαλὴκ, τοὺς ἁμαρτάνοντας εἰς ἐμὲ, καὶ πολεμήσεις αὐτοὺς, ἕως οὗ συντελέσῃς αὐτούς. Καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, ἀλλ' ὥρμησας ἐπὶ τὰ σκύλα, καὶ τὸν βασιλέα ἀγαγὼν περιεποιήσω; Καὶ ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.» «Προσῆλθεν Ἡλιοὺ, καὶ εἶπεν Ἀχαὰβ βασιλεῖ Ἰσραήλ· Τάδε λέγει Κύριος· Ἀνθ' ὧν εἶπε Συρία, Θεὸς ὀρέων Κύριος, ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων αὐτός· καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρά σου, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. Καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν, ἑκατὸν χιλιάδας πεζῶν ἡμέρᾳ μιᾷ, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν, καὶ υἱὸς Ἀδὲρ ἔφυγεν, καὶ εἶπον πρὸς αὐτὸν οἱ παῖδες αὐτοῦ· Ἰδοὺ δὴ οἴδαμεν, ὅτι βασιλεῖς Ἰσραὴλ, βασιλεῖς ἐλέους εἰσίν. Ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν, καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν, καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ἰσραὴλ, ὅπως ζωογονήσῃ τὰς ψυχὰς ἡμῶν. Καὶ ἐποίησαν οὕτως, καὶ εἶπαν τῷ βασιλεῖ Ἰσραήλ· ∆οῦλός σου υἱὸς Ἀδὲρ λέγει, Ζήσεται ἡ ψυχή μου. Καὶ εἶπεν ὁ βασιλεύς· Εἰ ἔτι ζῇ; ἀδελφός μου. Καὶ ἐξῆλθε πρὸς αὐτὸν ὁ υἱὸς Ἀδὲρ, καὶ ἀναβιβάζουσι πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. Καὶ εἶπε πρὸς αὐτόν· Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν ∆αμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ. Καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν.» Καὶ μετ' ὀλίγα· «Εἶπε πρὸς αὐτὸν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Τάδε λέγει Κύριος· ∆ιότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός μου, ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» «Ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας τὰ φυλάγματα αὐτῶν.» «Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς·