προσθήκην ἐπιζητῶν ἐν κακοῖς, ἷνα εὐαρεστήσῃ, φησίν, τῷ ποιήσαντι, τὸν τῆς ἀσκήσεως δρόμον διανύων ἐπιπονώτερον. Ἀλλ' ὁ μὲν ἐν τοσούτοις ἀνιαρῶς τὸ ζῆν καταστρέψας, 180 πολλὴν τοῖς πειραζομένοις παρηγορίαν ἐνέσταξεν (ὅσῳ γὰρ ἄν τις καὶ πειρασθείη, οὐκ ἂν τοῖς τούτου κακοῖς παρισωθείη ποτέ)· ὁ δὲ τὴν βασιλείαν διαδεξάμενος, ὁ τούτου προγονὸς Μιχαήλ, τὴν τῶν Ῥωμαίων ἀρχὴν περιεζωσμένος ἐπιεικής τις ἐδόκει, καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἁπαλὸν ἐλογίζετο. προσελάβετο γὰρ τῶν κοινῶν πραγμάτων διοικητὴν ἄνδρα λόγῳ καὶ πράξει τῶν πολλῶν διαφέροντα, καὶ γνώμης περιχαροῦς καὶ ἀρετῆς ἱκανῶς ἀντεχόμενον, καὶ πᾶσιν ἱλαρῶς προσφερόμενον, ἀρχιερέα μὲν τῆς ἐν Σίδῃ καθολικῆς ἐκκλησίας ὑπάρχοντα, τὴν πρώτην προεδρίαν τῶν πρωτοσυγκέλλων ἐπέχοντα, Ἰωάννην τοὔνομα, εὐνοῦχον δὲ τὴν κατάστασιν, ὑπὲρ εὐνοῦχον δὲ τὴν ἀγαθότητα καὶ τὴν πολιτείαν καὶ τὸ μειλίχιον καὶ σωστικὸν καὶ τὸ εὐπρόσιτον ἐνδεικνύμενον· ὅθεν καὶ τῇ τοῦ βασιλεύοντος ἁπλότητι καὶ ἀφελείᾳ τὰς οἰκείας προσθεὶς ἀρετὰς εὐχάριστον τοῦτον ἐποίει καὶ τοῖς ὑποτεταγμένοις εὐάρεστον, ὅσον γε ἥκει κατὰ τοὺς τότε καιρούς. ἀλλ' ἔμελλε πάντως τῷ εὐγενεῖ τοῦ σίτου παραμιγῆναί τι καὶ ζιζάνιον, ἢ τῇ τῆς νυκτὸς ἐπιφοιτήσει τὴν ἡμέραν ἀναγκαίως ὑποχωρῆσαι. ἦν γάρ τις εὐνοῦχος ὀνόματι Νικηφόρος, ἐκ Βουκελλαρίων ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι καὶ ῥάψαι πράγματα καὶ πολλὴν τῇ καταστάσει τὴν τρικυμίαν ἐπενεγκεῖν, ὃς εἰς τάξιν τῶν σεκρετικῶν ὑποθέσεων τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος Κωνσταντίνῳ τῷ 181 ∆ούκᾳ, ἐπεὶ καὶ σκαιὸς ἐφάνη καὶ διαβολεὺς καὶ σοφιστὴς τῶν κακῶν ὡς καὶ κατὰ τῆς Αὐγούστης μοιχείας ἔγκλημα τῷ βασιλεῖ ὑποψιθυρίσαι φθόνῳ τοῦ συνεξυπηρετουμένου καὶ συνδιενεργοῦντος αὐτῷ Μιχαὴλ τοῦ Νικομήδου, τῆς μὲν βασιλικῆς παραστάσεως ἀπεπέμφθῃ, δοὺξ δὲ τῆς κατὰ κοίλην Συρίαν Ἀντιοχείας ἀποδειχθεὶς οὐδὲ τοῖς ἐκεῖσε μέρεσιν ἀπράγμονα καὶ ἀστασίαστον τὴν διαγωγὴν καταλέλοιπε, προφάσεις πολέμων ἐκ κατασκευὴς φρουρίων ἐπισυνείρων, καὶ διανιστῶν τοὺς Σαρακηνοὺς ἀντιπολίσματα συνιστᾶν εἰς τὴν τῆς ἄκρας ἐπίθεσιν. καὶ πολεμεῖν μὲν τούτοις ἢ καταπολεμεῖν μὴ δυνάμενος, ἀντιπολεμεῖν τοῖς Ῥωμαίοις καὶ ἀνθιστᾶν προσοίκους πόλεις τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἠρέθιζεν· οὐ μὴν ἀλλ' οὐδὲ τοῖς ἐγχωρίοις Ἀντιοχεῦσιν ἀνενόχλητον καὶ ἄλυπον τὴν διαγωγὴν συνετήρησε, ποτὲ μὲν τὰς κτήσεις αὐτῶν ἀφαιρούμενος, ποτὲ δὲ καταβαρύνων αὐτὰς ἀπαιτήσεσι παραλόγοις καὶ ἀπηνέσιν ἐπιφοραῖς. ὃς τῆς ἀρχῆς ταύτης παραλυθείς, καὶ μετὰ ταῦτα πάλιν, οἷα τὰ τοῦ κρατοῦντος τότε περιπετῆ καὶ ἀκυβέρνητα ἐφευρήματα, πεμφθεὶς εἰς δευτέραν ἡγεμονίαν, οὐκ ἐλάττω τῶν προτέρων τὴν μοχθηρίαν εἰσήνεγκε. τοῦ δὲ βασιλεύοντος τεθνηκότος, καὶ τῆς Αὐγούστης τὴν αὐτοκράτορα περιελομένης ἀρχήν, ἔσχε τις ἐναντία τύχη τὸν πονηρότατον τοῦτον καὶ ἀδικώτατον. βασιλικὸν γὰρ δόγμα καταλαβὸν αὐτὸν εἰς τὴν Ἀντιόχειαν τῇ τοῦ αἵματος φρουρᾷ παραδέδωκε, καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ κατ' 182 ἐκεῖνον τὸν χῶρον ἐν ᾧ τὸ πρόσθεν περίδοξος ἐγνωρίζετο, τῆς προτέρας εὐετηρίας τοιαύτην δυσκληρίαν ἀνταλλαξάμενος. ἀναρρυσθεὶς δὲ τῇ τοῦ ∆ιογένους ἀναγορεύσει καὶ εἰς νῆσον ἐξορισθείς, ὑποσχέσεσι δὲ χρημάτων δικαστὴς Πελοποννήσου καὶ Ἑλλάδος ἀποπεμφθείς, τὰ κατὰ τὴν ἐπαρχίαν ἐκείνην διοικούμενος ἦν. τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ῥωμαίων ἀρχῆς μεταπεμψάμενος ὁ τὴν βασιλείαν ἐσχηκὼς Μιχαήλ, καὶ μετὰ μικρὸν εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν προστησάμενος, καὶ λογοθέτην ἀποδείξας τοῦ δρόμου, ταῖς ἐκείνου μαγγανείαις καὶ περινοίαις ἁλώσιμος γέγονεν, οἷα φρονήματος ἀμοιρῶν σταθηροῦ καὶ μειρακιωδῶν ἀθυρμάτων μὴ ἀποδέων. προσωπεῖον γὰρ εὐνοίας ὁ Νικηφύρος ἐπιδειξάμενος ἐξωθεῖ μὲν τὸν ἐπιεικέστατον ἄνδρα καὶ λογιώτατον μητροπολίτην τῆς