πρόεισιν ἀπ' αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν.» εἶτα δὴ τὸν τόπον ἐκ διαιρέσεως ἐπεργάζεται. εἰ γὰρ μένοι μόνον, οὐδὲν διοίσει τῆς αἰτίας, ἀδιάκριτον ὄν· ἅμα γὰρ τῇ διακρίσει πρόοδος. εἰ δὲ προΐοι μόνον, ἀσύναπτον πρὸς αὐτὴν καὶ ἀσυμπαθές, μηδαμῇ τῇ αἰτίᾳ κοινωνοῦν. εἰ δὲ ἐπιστρέφοιτο μόνον, πῶς τὸ μὴ τὴν οὐσίαν ἀπ' αὐτῆς ἔχον κατ' οὐσίαν ποιεῖται τὴν πρὸς ἀλλότριον ἐπιστροφήν; εἰ δὲ μένοι καὶ πρόεισι, μὴ ἐπιστρέφοιτο δέ, πῶς ἡ κατὰ φύσιν ὄρεξις ἑκάστου πρὸς τὸ ἓν καὶ τὸ ἀγαθόν; εἰ δὲ προΐοι καὶ ἐπιστρέφοι, {εἰ} μὴ μένοι δέ, πῶς τὸ ἀποστὰν μὲν τῆς αἰτίας συνάπτεσθαι σπεύδει πρὸς αὐτήν, ἀσύναπτον δὲ ἦν πρὸ τῆς ἀποστάσεως; εἰ δὲ μένοι καὶ ἐπιστρέφοι, μὴ προέρχοιτο δέ, πῶς τὸ διακριθὲν ἐπιστρέφειν δυνατόν; τὸ γὰρ ἐπιστρέφον πᾶν ἀναλύοντι ἔοικεν εἰς ἐκεῖνο ἀφ' οὗ διῄρηται κατ' οὐσίαν. λείπεται ἄρα καὶ μένειν πᾶν ἐν τῷ αἰτίῳ καὶ προϊέναι ἀπ' αὐτοῦ καὶ ἐπιστρέφειν πρὸς αὐτό. τοῦτο δέ μοι καὶ μόνον τὸ κεφάλαιον τῆς Ἑλληνικῆς θεολογίας φαίνεταί τινα καὶ πρὸς τὸ ἡμέτερον δόγμα ἔχειν συντέλειαν· ὁ γὰρ μονογενὴς λόγος καὶ πρόεισιν ἐκ τοῦ πατρὸς ἀχρόνως καὶ ἀσωμάτως καὶ μένει ἐν τῷ πατρὶ καὶ ἐπιστρέφει πρὸς τὸν γεννήτορα, καὶ οὔτε προϊὼν διακέκριται κατὰ τὸν τῆς θεότητος λόγον οὔτε ἐπιστρέφων διέστη οὔτε μένων συγκέχυται κατὰ τὴν ὑποστατικὴν τελειότητα. Ἐπειδὴ δὲ ἅπαξ ἐπιστροφῆς ἐμνήσθη, οὑτωσὶ δὲ τοῦτο διαιτητέον, ὡς πᾶν τὸ ὂν ἢ οὐσιωδῶς ἐπιστρέφει μόνον ἢ καὶ ζωτικῶς ἢ καὶ γνωστικῶς. ἢ γὰρ τὸ εἶναι μόνον ἀπὸ τῆς αἰτίας κέκτηται, ἢ τὸ ζῆν μετὰ τοῦ εἶναι, ἢ καὶ γνωστικὴν ἐκεῖθεν ὑπεδέξατο δύναμιν. καθὸ μὲν οὖν ἔστι μόνον, οὐσιώδη ποιεῖται τὴν ἐπιστροφήν· καθὸ δὲ καὶ ζῇ, ζωτικήν· καθὸ δὲ καὶ γινώσκει, γνωστικήν. ὡς γὰρ προῆλθεν ἕκαστον, οὕτως ἐπέστραπται, καὶ τὰ μέτρα τῆς ἐπιστροφῆς ὥρισται τοῖς κατὰ τὴν πρόοδον μέτροις. τοῦτο 119 δὲ τὸ κεφάλαιον πρότερον μὲν τῷ Ἀρεοπαγίτῃ ∆ιονυσίῳ πλατύτερον διερμήνευται, ὕστερον δὲ καὶ τῷ Λυκογενεῖ Πρόκλῳ συλλογιστικῇ μεθόδῳ ἠκρίβωται. Τὸ δὲ «πᾶν τὸ χωριστῶς μετεχόμενον διά τινος ἀχωρίστου δυνάμεως, ἣν ἐνδίδωσι, τῷ μετέχοντι πάρεστι», τῷ αὐτῷ φιλοσόφῳ ἀπεφασμένον, ἔστι μὲν οὗ ἀληθές ἐστι κατὰ τὰς ἡμέτερας δογματικὰς ὑπολήψεις, ἔστι δὲ οὗ ψεύδεται· ὅτι μὲν γὰρ τῆς πρὸς ἡμᾶς τοῦ λόγου ἑνώσεως πρόδρ[ομος] προέρχεται ἔλλαμψις ἑτοιμάζουσα τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ πρώτου φωτός, οὐδὲ ὁ καθ' ἡμᾶς λόγος ἀγνοεῖ, ψυχῆς δὲ καὶ σώματος οὐκ οἶδε μεσότητας, οὐκ ἀχωρίστους ἐντελεχείας, οὐ φυσικὰς ἐν τοῖς σώμασιν ὑποστάσεις, οὐ δοξαστικὰς ζωάς, οὐκ ὀρεκτικάς, οὐδὲ ἀλόγου ψυχῆς ὑπόστασιν ἰδιάζουσαν. διὰ ταῦτα ἐκ μέρους μὲν δέχομαι τὸ Πρόκλειον τουτὶ κεφάλαιον, ἐκ μέρους δὲ ἀποπέμπομαι. Μεμάντευται δέ μοι καὶ τοῦ κεφαλαίου τούτου ἡ ἔννοια. «πάντων» γάρ φησι «τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑποστάντων προϋπάρχει καθ' αὑτὸ τὸ πρῶτον πέρας καὶ ἡ πρώτη ἀπειρία»· πεπερασμένας μὲν γὰρ οὔσας καὶ ἀπείρους καὶ ἀπὸ τῶν ἡμετέρων λογίων μεμάθηκα καὶ τὰ πέρατα καὶ τὰς ἀπειρίας ἐν αὐτοῖς τοῖς πεπερασμένοις καὶ ἀπείροις ἔγνωκα, πέρας δὲ καὶ ἀπειρίαν χωριστὰ ὧν ταῦτα λέγεται οὔπω συνείληφα, ἐπεὶ μηδὲ φύσιν ἔχει ὑποστῆναι ταῦτα καθ' ἑαυτά. Τὸ δὲ πάντα ἐν πᾶσιν, οἰκείως δὲ ἐν ἑκάστῳ («καὶ» γάρ φησιν «ἐν τῷ ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῇ ζωῇ τὸ εἶναι καὶ τὸ νοεῖν, ἀλλ' ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ οὐσιωδῶς») ὡς φιλοσόφου ἐννοίας ἐχόμενον ἀποδέχομαι, ἐπεὶ οὐδὲ τοῖς ἡμετέροις λογίοις οὔτε ψευδῶς οὔτε ἀληθῶς ἔχον λυμαίνεται. Τὸ δὲ «πᾶς μερικὸς νοῦς μετέχει τῆς ὑπὲρ νοῦν καὶ πρωτίστης ἑνάδος διά τε τοῦ ὅλου νοῦ καὶ διὰ τῆς ὁμοταγοῦς αὐτῷ μερικῆς ἑνάδος, καὶ πᾶσα μερικὴ ψυχὴ τοῦ ὅλου μετέχει νοῦ διά τε τῆς ὅλης ψυχῆς καὶ τοῦ μερικοῦ νοῦ, καὶ πᾶσα σώματος μερικοῦ φύσις μετέχει τῆς ὅλης ψυχῆς διά τε τῆς ὅλης φύσεως καὶ τῆς μερικῆς ψυχῆς» οὐ προσίεμαι· παρὰ γὰρ τοῖς