ἀντιλογισθήσονται ἑκατέροις τὰ κεχρεωστημένα, καὶ τὸ μὲν πρόστιμον ἀντὶ τῆς τιμῆς τοῦ πρωτοσπαθαράτου τῷ Ἐλπιδίῳ, ἡ δέ γε τιμὴ τοῦ πρωτοσπαθαράτου ἀντὶ τοῦ προστίμου τῷ βεστάρχῃ λογισθήσεται, καὶ ὁ καλούμενος ἀντέλλογος ἐπ' ἀμφοῖν προβήσεται τοῖν μεροῖν. ἐπεὶ δὲ μὴ ἴση ἡ τοῦ προστίμου πρὸς τὴν τιμὴν τοῦ πρωτοσπαθαράτου ἀντίδοσις, τὸ μὲν γὰρ δεκαπέντε λιτρῶν τυγχάνει, ἡ δὲ τοῦ πρωτοσπαθαράτου τιμὴ ἀντὶ λιτρῶν εἴκοσι συμπεφώνηται τὸ κατ' ἀρχάς, πέντε λίτρας ἔδει προσεπιδοθήναι τῷ βεστάρχῃ ἀπὸ τοῦ Ἐλπιδίου, ὅπως ἂν ἴση ἡ ἀντιμέτρησις γένοιτο. ἀλλὰ τό γε δικαστήριον φιλοίκτῳ γνώμῃ τῷ Ἐλπιδίῳ προσέθετο, καὶ τὰς πέντε λίτρας ἀφῆκεν αὐτῷ, ἐφ' ᾧ μηδὲ τοῦτον διπλοῦς ἐπιζητεῖν τοὺς ἀρραβῶνας ἀναλάβεσθαι, οὓς τῇ μνηστῇ δεδωκέναι φησὶ γινομένου τοῦ συναλλάγματος, εἰς ὅσην δ' ἂν περισταῖεν ποσότητα. Καὶ ἵνα δῆλα εἴη τὰ παρὰ τῆς ἁγίας ἡμῶν δεσποίνης καὶ βασιλίδος διορισθέντα καὶ παρ' ἡμῶν δοκισμασθέντα καὶ ἀποφανθέντα, τὸ παρὸν ὑπόμνημα ἀπελύθη, μηνὶ αὐγούστῳ, ἰνδικτιῶνος θʹ, ἔτους, ϛφξδʹ. Κύριε Ἰησοῦ Χριστὲ μνησθῆτι τῆς ψυχῆς τοῦ δούλου σοῦ. 5 αξτῃμ 2 Τοῦ αὐτοῦ ὡς ἀπὸ προσώπου τοῦ βασιλέως. Παντοδαπόν τι χρῆμα καὶ πολυέραστον βασιλεὺς καὶ πᾶσιν ἀποχρῶν παράδειγμα, καὶ νῦν μὲν ὥσπερ θὰλασσα τὰ πανταχόθεν δεχόμενος ῥεύματα, νῦν δὲ ὥσπερ ἀρχὴ καὶ πηγὴ τῆς ἁπανταχοῦ νοτίδος πάντας ἐπικλύζων τοῖς νάμασι, καὶ αὖθις ὥσπερ κάτοπτρον τὰς ἔζωθεν αὐγὰς εἰσδεχόμενος καὶ διὰ τὴν στιλπνότητα καὶ λειότητα τῆς μεγαλοπρεποῦς καὶ βασιλείου ψυχῆς ἀντανακλάσεις ποιούμενος κρείττονας. ἔχει δὲ καὶ πρὸς τὸ ούνθετον ἡμῶν κρᾶμα ὅ γε ἀληθὴς καὶ μὴ ψευδόμενος τοὔνομα ὁμοιότητος. ὥσπερ γὰρ ψυχὴ καὶ σῶμα ἀνταλλάττονται ἀλλήλοις τὰς ἑαυτῶν ἰδιότητας-καὶ ζῇ μὲν τὸ σῶμα διὰ ψυχήν, πάσχει δὲ ἐκείνη διὰ τὸ σῶμα-, οὕτω δὴ καὶ βασιλεὺς ἀγαθὸς ἅτε δὴ κοινοπαθὴς καὶ φιλάνθρωπος δεξιὰν χεῖρα τείνει πρὸς τὸν ὑπήκοον καὶ δίδωσιν ὧν λαμβάνει πολλαπλασίας μερίδας. εἰ δὲ νικῴη τῇ προαιρέσει τὴν φύσιν τοῦ συναλλάγματος, εἰς τὴν αὐτὴν πλάστιγγα καὶ τὸ ληφθὲν τίθησι καὶ τοῦ κοινωνικοῦ τὸ φιλότιμον ἀνταλλάττεται καὶ ποιεῖται λαμπρότερον τὸ συνάλλαγμα, οἷς οὐδὲν εἰλήφει, ἑαυτόν τε πληρῶν ἀγαθότητος καὶ τὸν συναλλάσσοντα ὀλβιότητος. Εἰ μὲν οὖν τοιοῦτος ἐν πᾶσιν ἐγώ, ἄλλος ἂν εἴπῃ καὶ μαρτυρήσῃ τοῖς πράγμασι· πρὸς δέ γε τὴν ὑποκειμένην ὑπόθεσιν αὐτὸς βραχύ τι ἐγκαλλωπίσομαι διηγούμενος. Ταῖς Καλαῖς τῷ χωρίῳ τῷ καταντικρὺ τῆς πόλεως καὶ τῇ στενοπόρῳ θαλάσσῃ διατετειχισμέωῳ καλόν τι κτῆμα ἐνίδρυται προάστειον, τῷ ὄντι τὴν κλῆσιν ἐπαληθεῦον. ἀγχοῦ γὰρ τοῦ ἄστεως καὶ πρὸ τούτου τὴν οἰκοδομὴν καὶ κατασκευὴν εἴληφε. σεσολοίκισται δὲ τὴν προσηγορίαν καὶ ἀντὶ τοῦ καλοῦ Καλαὶ ἐπωνόμασται. ἐπεὶ γὰρ οἷον πατρῷον αὐτῷ ἔδαφος αἱ καλαὶ τὸ χωρίον, πατρώζειν βούλεται καὶ τὸ ὄνομα καὶ Ἀττικὰ μεμίμηται παραδείγματα. ἔστι γὰρ καὶ παρ' ἐκείνοις Ἀθῆναι πόλις καὶ Θῆβαι πόλις καὶ πόλις Ἐλευθεραί. Τοῦτο δὴ τὸ περικαλλὲς κτησείδιον καλὴ καὶ ἀγαθὴ φύσις ἐκέκτητο, ὁ πρωτοπρόερος Κωνσταντῖνος καὶ τῆς βίγλης δρουγγάριος, ἅτε δὴ καλλίων ἑαυτοῦ καθ' ἡμέραν γινόμενος καὶ ταῖς ἀρεταῖς προστιθεὶς προσθήκας τινάς, καὶ τῶν κτημάτων τῶν ὑπερκειμένων κρείττους προσεμηχανᾶτο ἀεί. τί οὖν τὸ μετὰ ταῦτα; ἐρᾷ τοῦ καλοῦ τούτου ἡ βασιλεία μου κτήματος, οὐχ ὡς ἐποφθαλμίσας τῷ πράγματι οὐδὲ τῶν ἐν αὐτῷ χαρίτων ἁλούς, ἀλλ' ἕτερόν τι διὰ τούτου πραγματευόμενος. κοινοῦμαι οὖν τῷ ἀνδρὶ τὸν σώφρονα τοῦτου ἔρωτα καὶ κοινωνίαν τούτῳ συντίθημι καὶ συναλλάττειν ἐπιχειρῶ, καὶ πλέον τι διδόναι οὗ λήψομαι συμπροθυμοῦμαι τῷ κεκτημένῳ. ὁ δὲ οὐδ' ὁπωστιοῦν ἀντιτείνει, ἀλλὰ καὶ ἀγαπᾷ τὸ σύμβολον καὶ μείζονα χάριν ἀντὶ τῆς ἑτέρας χάριτος τὴν τῆς βασιλείας μου κοινωνίαν ἡγήσατο. Καὶ