ἐσθίειν πέφυκε πῦρ ἀπληστίας. Ἡ ναυτία πέφυκε γαστέρος κλύδων, χυμῶν πονηρῶν ὧδε συμπεπλεγμένων. Τὸν λυγμὸν ἢ κένωσις αὔξει γαστέρος ἢ μᾶλλον ἡ πλήρωσις ἀντεστραμμένως. Τοῦ λειποθυμεῖν καὶ κένωσις αἰτία καὶ πῦρ φλογίζον ἐμφύλως τὴν καρδίαν, ἄλγος κεφαλῆς, φλεγμονὴ τῶν ἐγκάτων, παρατροπή τε τῶν φρενῶν τεταμένη. Ἐκ ξηρότητος τὴν φαλάκρωσιν φρόνει· ταὐτοῦ γένους τίθει δέ, πλὴν τῶν σχημάτων, ἀλωπεκίτας, ὀφεωνύμους τύπους. Ἡ πιτυρώδης τῆς κεφαλῆς οὐσία χολῆς δριμείας, αἵματος μελαγχόλου, καὶ φλεγμάτων αὖ ἁλμυρῶν γέννημά τι. Ἀχὼρ κεφαλῆς δέρματος γλίσχρον πάθος τιτρῶν τὸ δέρμα, τοῖς μελιττῶν κηρίοις ἐοικὸς εἰς τύπωσιν ἀκριβεστάτην· γεννᾷ δὲ τοῦτο φλέγμα νιτρῶδες μόνον. Ὅταν ἴδῃς βλάστημα πυρρόν, στρογγύλον, ἑλκῶδες, ὑπόσκληρον, ἀλγῦνον φύσιν, σῦκον τὸ βλαστὸν ὡς φερώνυμον κάλει. Ἄλγος κεφαλῆς δύσφορον σύμπτωμά τι, γεννᾷ δὲ τοῦτο δύσκρατός τις ποιότης χυμῶν τε πλῆθος, καὶ δυοῖν συζυγία, ἔγκαυσις αὖθις, ψῦξις, ἀλλὰ καὶ μέθη, ἡ θερμότης, μᾶλλον δὲ πληγὴ καιρία· ἡ ξηρότης δ' ἔλαττον ἀλγύνει κάρην, ἀνώδυνον δὲ τὴν ὑγρὰν γίνωσκέ μοι. τῶν αἰτίων δὲ τὰς ἀδήλους οὐσίας καὶ δέρμα δηλοῖ καὶ βολὴ τῶν ὀμμάτων. Πάθος κεφαλῆς τὴν κεφαλαίαν νόει, τὴν ἡμικρανίαν τε τοιοῦτον φρόνει· παραίτιοι γὰρ ἐμμόνων ἀλγημάτων, ἡ μὲν τὸ πᾶν πλήττουσα δεινῶς κρανίον, ἡ δ' ἐκ μέρους τύπτουσα πληγαῖς καιρίαις. αὔξει δὲ τούτων τῶν παθῶν τὴν οὐσίαν οἶνος πολὺς κραυγή τε καὶ σφοδρὸς ψόφος καὶ λαμπρότητες φωτοειδεῖς πολλάκις. ἀλλ' οἷς μὲν ἔνδον τῆς κεφαλῆς ἡ πάθη, ἀλγοῦσι τούτοις αἱ βάσεις τῶν δηγμάτων· οἷς δ' ἐκτός ἐστι τοῦ πάθους ἡ σφοδρότης, τούτοις δυσαλθὲς γίνεται τὸ κρανίον. Ἡ δὲ φρενῖτις φλεγμονὴ κεκρυμμένη μήνιγγας ἐκκαίουσα τοὺς πεπλεγμένους ἢ καὶ τὸν ἐγκέφαλον ἀρρήτῳ πάθει. γεννᾷ δὲ ταύτην αἷμα πλεῖστον πολλάκις χολή τε δίχρους, ἡ μέλαινα τὸ πλέον, μετατραπείσης ὧδε τῆς ξανθοχρόου. καὶ τῶν φρενῶν δὲ τῷ πάθει βεβλημένων πέπονθεν ἐγκέφαλος ὡσαύτως ἄνω· ἐκ τῶν ἄνω γὰρ τῆς κάρας ἀκροστέγων νεύρων κάτεισιν εἰς φρένας συζυγία, δι' ὧν κεκοινώνηκε τοῦ σφοδροῦ πάθους ἡ τῆς κεφαλῆς συμπαθής πως οὐσία. δηλοῖ δὲ ταύτην συμφυὴς ἀγρυπνία λήθη τε πάντων, ὄμμα πλῆθον αἱμάτων, γλῶσσα τραχεῖα καὶ βοὴ πεφυρμένη καὶ ψηλάφησις δακτύλων ἄνευ λόγου, ἀναπνοῆς κίνησις ἠραιωμένη σφυγμοί τ' ἀμυδροὶ καὶ μικροί, σκληροὶ πλέον. Τὴν ἐρυσιπέλατον ἔμφυτον φλόγα οὐδ' ἐγκέφαλος ἐκδιδάσκει πολλάκις· καὶ γνωρίσαις ἄδηλον οἷς ὁρᾷς πάθος ἄλγει κεφαλῆς, λαμπροτήτων ἐμφάσει, ὑγρῷ προσώπῳ καὶ ψυχρῷ δεδειγμένον. Λογιστικοῦ πάθημα λήθαργον φρόνει ἐκ φλέγματος γέννησιν, οὐσίαν ἔχον. ληθαργικὰ δὲ ταῦτα σημεῖα φρόνει· ὕπνον πολὺν χάσμην τε, πνεύματος τάσιν, τὴν τῶν περιττῶν ἐκκένωσιν ποικίλην, σφυγμοὺς κλονώδεις καὶ τρόμους τῶν σωμάτων. Ἡ κατοχὴ πάθος τι δεινὸν τῇ φύσει, πλήρωσις οὖσα τῶν φρενῶν τοῦ χωρίου, νέκρωσις αὐτόχρημα τοῦ πεπονθότος· κεῖται γὰρ οὗτος ὕπτιος τεταμένος ἔχων τε τὸ βλέφαρον ἠνεῳγμένον, μὴ σκαρδαμύττον, ὥσπερ ἐκπεπληγμένον, σφύζον ἀμυδρῶς, ἀσθενῶς, παρειμένως. ἔστι δὲ τοῖς πάσχουσι διπλοῦς τις λόγος· ἢ φλέγματος γὰρ ἰσχύσαντος τὸ πλέον ἢ τῆς χολῆς πέπονθε τούτοις ἡ φύσις. διαιρέσεις δ' ἴσχουσι πρὸς τὴν φρενῖτιν καὶ τὸν βαρὺν λήθαργον· εἰ γὰρ καὶ μέσως ἔχουσιν ἄμφω, πλὴν διαιροῦνται πάλιν. ἄλλοι δέ φασι μὴ διπλῆν τὴν οὐσίαν, ἁπλῆν δ' ὑπάρχειν τοῦ λελεγμένου πάθους· ξηρὰ γὰρ ὕλη τὰς ὀπισθίους πύλας, ἃς κοιλίας λέγουσι τεχνικοὶ λόγοι, φράττουσα πυκνῶς τῆς ὑπερθύρου κάρας τὴν κατοχὴν ἤνεγκεν οὐ ψευδωνύμως. ὁ γὰρ πεπονθὼς καὶ κατασχεθεὶς ἄφνω, ὡς ἦν κρατηθεὶς σχήματός τε καὶ τύπου, μένει κατ' αὐτό, μὴ λυθέντος τοῦ πάθους. Τάφος δὲ μνήμης δύσκρατός τις ὑγρότης, μωρώσεως δὲ καὶ κάρου ἡ ψυχρότης, τῶν ἐγκεφάλου κοιλιῶν πεφραγμένων. Ἡ δὲ σκότωσις καὶ δίνη καλουμένη στροφή τίς ἐστι