64
199 ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν, πρὸς τὸν Ἰὼβ δὲ ὁ λόγος. διὰ τοῦτο γάρ, φησίν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτόν. καὶ ἐρεῖ ὅτι· ὑπερηφανεύσατο ἡ καρδία μου καὶ ἐνδίκως ὑπέστην ἃ πέπονθα. 22, 2930 κεκυφότα ὀφθαλμοῖς σώσει, καὶ ῥύσεται ἀθῶον. διὰ τοῦτο καὶ ὁ ἐν εὐαγγελίοις τελώνης κάτω βλέπων καὶ οὐ τολμῶν ἀναβλέπειν εἰς τὸν οὐρανὸν ἐδικαιώθη ὑπὲρ τὸν μεγάλαυχον Φαρισαῖον. 22, 30 καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. ὁ μὲν Ἐλιφὰζ εἰς τὴν παραίνεσιν τὸν λόγον κατέπαυσεν. καὶ πρὸς μὲν τὸν δίκαιον, τὸν πρὸς θεὸν ἀεὶ νενευκότα, ἀκατάλληλος ἡ παραίνεσις, ἡμῖν δὲ καὶ σφόδρα κατάλληλος τοῖς μετανοεῖν ὀφείλουσι καὶ θεῷ ταπεινοῦσθαι νουθετουμένοις. 0 ΚΕΦΑΛΑΙΟΝ ΕΠΤΑΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· καὶ δὴ οἶδα, ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστι καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. Προθεωρία τοῦ κεφαλαίου ὁ μὲν Ἐλιφὰζ ἀνηκέστοις ὕβρεσι περιέβαλε τὸν δίκαιον αἰσχρὰς αὐτῷ περιθεὶς πράξεις καὶ τῶν ἐκτόπως ἠσεβηκότων. ὁ δὲ μακάριος καὶ ὄντως ἀληθινὸς Ἰὼβ οἶδα, φησίν, ἀκριβῶς, ὅτι οὐκ ἐκ τῶν ὑμετέρων λόγων, ἀλλ' ἐκ τῶν ἐμῶν πράξεων κριθήσεται τὰ κατ' ἐμέ· εἰ γὰρ καὶ τιμωρεῖται θεός, ἡδέως ἐπ' αὐτοῦ τὰ ἐμὰ παρετιθέμην δίκαια, καὶ τὴν ἐξ αὐτοῦ περιέμενον ἀπόφασιν σφόδρα πεποιθὼς αὐτοῦ τῇ ἀληθείᾳ. ὅρα δὲ κἀντεῦθεν, ὡς οὐκ ἀντιλέγων θεῷ τὴν πρὸς αὐτὸν αἱρεῖται διαδικασίαν, ἀλλὰ πιστεύων ἀσφαλῶς τῇ θείᾳ δικαιοκρισίᾳ καὶ διελέγχων τοὺς φίλους καὶ παραιτούμενος τὸ παρ' αὐτοῖς δικασταῖς κρίνεσθαι τὰ καθ' ἑαυτόν. εἶτα τοῦ θεοῦ τὸ ἀόρατον εἰρηκὼς καὶ ἀκατάληπτον καὶ ὅσην ἔχει προθυμίαν εἰς τὸ φυλάττειν τὰ θεῷ δοκοῦντα, πάλιν ἀπορεῖ πρὸς τοὺς φίλους καί φησι πρὸς αὐτούς· ἐπειδήπερ ἐπ' ἀσεβείᾳ με κρίνετε καὶ δεῖγμα ποιεῖσθε τῶν ἡμαρτημένων τὰς ἐμὰς συμφοράς, ἀποκρίνεσθέ μοι, διὰ τί πολλὰ καὶ ἀνήκεστα πραττόντων τῶν ἀσεβῶν οὕτω θεὸς ἀνεξικακεῖ ὡς μηδὲ ἐπισκοπῶν τὰ πραττόμενα. 1 εἶτα τῶν ἀδίκων καταλέξας τὰς πράξεις ὁ γενναῖος Ἰὼβ καὶ φιλοδίκαιος οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ προσχωρεῖ τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ καταρᾶται τοὺς τοιούτους καί φησιν ὅτι· δώσουσι καὶ αὐτοὶ δίκην, εἰ καὶ ἐπὶ πολὺ διήρκεσαν διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ. θαρρῶν δὲ τῇ τῶν οἰκείων λόγων ἀληθείᾳ· εἰ δὲ μὴ ταῦτα, φησίν, ἀληθῆ, ὁ βουλόμενος διελέγξαι τὰ εἰρημένα. Αἱ λέξεις 23, 2 καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστιν. οὐδένα, φησίν, τῶν ὑμετέρων κατηγοριῶν ποιοῦμαι λόγον· οὐ γὰρ ἐκ τῶν ὑμετέρων ψευδηγοριῶν, ἀλλ' ἐκ τῶν ἐμοὶ πεπραγμένων κρίνεται τὰ κατ' ἐμέ. χεῖρα γὰρ τὴν πρᾶξίν φησιν. 23, 2 καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. ἄλλα δὲ ἀντίγραφα· _σ_τ_ε_ν_ά_ξ_ω_ _δ_ὲ_ _ἐ_π_'_ _ἐ_μ_α_υ_τ_ό_ν, ἔχουσιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οἶδα δὲ καὶ τοῦτο, ὅτι σφοδράς μοι καὶ βαρείας τιμωρίας ἐπήγαγεν. διὸ καὶ ἀναστένω, ἐπειδὴ πρόφασιν τῆς κατ' ἐμοῦ συκοφαντίας τὰς θείας ποιεῖσθε τιμωρίας. 23, 3 τίς δὲ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος. ἀλλ' εἴθε, φησίν, τῷ βασιλικῷ τοῦ θεοῦ θρόνῳ παρέστην καὶ τὴν ἐκεῖθεν ἐδεξάμην ἀπόφασιν. τὸ γὰρ ἔλθοιμι εἰς τέλος τοῦτο σημαίνει, ἀντὶ τοῦ· ἵνα τὸ πέρας τῶν κατ' ἐμὲ γνώριμον ἐκεῖθεν γένηται. 2 23, 47 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσω ἐλέγχων. γνοίην δὲ ῥήματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ, τίνα μοι ἀπαγγελεῖ. καὶ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. ἀλήθεια δὲ καὶ ἔλεγχος παρ' αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος μου τὸ κρίμα. ἵνα, φησίν, γεγονὼς παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα ἀπολοφύρωμαι πάντα τὰ κατ' ἐμέ. τοῦτο γὰρ σημαίνει τὸ εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, ἀντὶ τοῦ· ἃ ἐκρίθην, ἃ πέπονθα. εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβιωμένατοῦτο γάρ ἐστι τὸ τὸ στόμα μου ἐμπλήσω ἐλέγχων , ἅ τε ἔπραξα καὶ ἂ πέπονθα, ἵνα τῇ πείρᾳ μάθω, ποίαν ἐκφέρει τὴν κρίσιν καὶ τί πρὸς ταῦτα λέγει καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί μοι σφοδρότερόν με τιμωρούμενος ἢ ἀνίησι τῆς ἀπειλῆς. διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ κρίνεσθαι βούλομαι σφόδρα πεποιθώς, ὡς ἀληθής ἐστιν ὁ θεὸς καὶ ἀπροσωπολήπτως τοὺς ἐλέγχους, τουτέστι τὰς κρίσεις,