χωρὶς) θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου», καὶ ἐπιστήσει 28.18.155 τῷ «Ὑπὲρ παντός» ἢ τῷ «Χωρὶς θεοῦ ὑπὲρ παντός». συγχρήσε ται δὲ καὶ τῷ «Ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα «πιστῶν»· ὅτι δὲ οὗτός ἐστιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν «ἁμαρτίαν τοῦ κόσμου», ἰδίως ἀκούων τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν 28.18.156 τοῦ κόσμου, καὶ οὐχὶ μέρους αὐτοῦ. ὁ δὲ λέγων ἀληθὲς εἶναι τὸ «Συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ» φήσει καὶ ὅλα τὰ κατὰ τὸν τόπον προφητείαν εἶναι ἀληθῆ, ἀρχομένην ἀπὸ τοῦ «Ὑμεῖς οὐκ «οἴδατε οὐδέν»· οὐδὲν γὰρ ᾔδεισαν οἱ τὸν Ἰησοῦν μὴ γνωρίζοντες Φαρισαῖοι καὶ ἀρχιερεῖς, ὄντα ἀλήθειαν καὶ σοφίαν καὶ δικαιοσύνην 28.18.157 καὶ εἰρήνην. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν». ἀλλὰ καὶ οὐκ ἐλογίζοντο οὗτοι οἱ μηδὲν εἰδότες τίνα τρόπον συνέφερεν καὶ αὐ τοῖς ἵνα ὁ εἷς οὗτος, καθ' ὃ ἄνθρωπός ἐστιν, ἀποθάνῃ ὑπὲρ τοῦ 28.18.158 λαοῦ· ἄνθρωπος γάρ ἐστιν ἀποθανὼν Ἰησοῦς. διὸ καὶ αὐτός φησι· «Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελά 28.18.159 «ληκα». καὶ ἐπεὶ ἄνθρωπος μέν ἐστιν ὁ ἀποθανών, οὐκ ἦν δὲ ἄνθρωπος ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ εἰρήνη καὶ δικαιοσύνη, καὶ περὶ οὗ γέγραπται· «Θεὸς ἦν ὁ λόγος»· οὐκ ἀπέθανεν ὁ θεὸς λόγος καὶ ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ ἡ δικαιοσύνη· ἀνεπίδεκτος γὰρ ἡ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ὁ πρωτότοκος πάσης κτίσεως, θανά 28.18.160 του. ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ὁ ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώτερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθε νείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐδὲ 28.18.161 ἔγνω ἁμαρτίαν. κατὰ τοῦτο δ' οἶμαι καὶ τὸν Παῦλον εἰρηκέναι οὕτως· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ»· ἁμαρτίαν γὰρ αὐ τὸν ἐποίησεν, μὴ γνόντα ἁμαρτίαν, τῷ μηδὲν αὐτὸν ἡμαρτηκότα τὰς πάντων ἁμαρτίας ἀνειληφέναι, καὶ εἰ δεῖ τολμήσαντα εἰπεῖν, πολλῷ μᾶλλον τῶν ἀποστόλων αὐτοῦ περικάθαρμα αὐτὸν τοῦ κόσμου γε γονέναι καὶ πάντων περίψημα, τῶν εἰπόντων· «Ὡς περικαθάρματα «τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι». 28.19.162 Περὶ δὲ τοῦ πολλάκις ἐπικρατούντων τινῶν χαλεπῶν ἐν τῷ τῶν ἀνθρώπων γένει, οἷον λοιμῶν ἢ ἐπιβλαβῶν νηνεμιῶν ἢ λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ ἐνεργοῦντος αὐτὰ πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ δι δόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐδὲ ἀποδοκιμαζόντων. πότερον μὲν οὖν ἀληθῆ ἐστιν τὰ τοιαῦτα, ἢ μή, οὐ τοῦ παρόντος 28.19.163 ἐστὶν καιροῦ μετ' ἐξετάσεως διαλαβεῖν. πλὴν ὁ δυνάμενος ὑπὲρ ὅλου <τοῦ> κόσμου, ἵνα πᾶς ὁ κόσμος καθαρθῇ, ἀναδέξασθαι ἐπὶ καθαρσίῳ αὐ τοῦ ἀπολομένου ἂν εἰ μὴ ἀνεδέξατο τὸ ὑπὲρ αὐτοῦ ἀποθανεῖν, οὔτε ἱστόρηται πώποτε οὔτε ἱστορηθῆναι δύναται, μόνου Ἰησοῦ τὸ πάν των τῆς ἁμαρτίας φορτίον ἐν τῷ ὑπὲρ τῶν ὅλων χωρὶς θεοῦ σταυρῷ ἀναλαβεῖν εἰς ἑαυτόν, καὶ βαστάσαι τῇ μεγάλῃ αὐτοῦ ἰσχύϊ 28.19.164 δεδυνημένου. καὶ γὰρ οὗτος μόνος ἐπιστήμων ἦν τοῦ φέρειν μαλα κίαν, ὥς φησιν ὁ προφήτης Ἡσαΐας λέγων· «Ἄνθρωπος ἐν πληγῇ 28.19.165 «ὢν καὶ εἰδὼς φέρειν μαλακίαν». καὶ οὗτός γε τὰς ἁμαρτίας ἡμῶν ἔλαβεν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ἡ ὀφειλομένη ἡμῖν εἰς τὸ παιδευθῆναι καὶ εἰρήνην ἀναλαβεῖν κόλασις ἐπ' αὐτὸν 28.19.166 γεγένηται. οὕτω γὰρ ἀκούω τοῦ[τω]· «Παιδεία εἰρήνης ἡμῶν ἐπ' «αὐτόν». τάχα δὲ καὶ ἐπεὶ «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν», εἴ ποιμεν ἂν οἱ ἰαθέντες ἐκ τοῦ σταυροῦ ἐλθόντος αὐτῷ τοῦ μώλωπος τὸ «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου «Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ». τοῦ τον τὸν Ἰησοῦν παρέδωκεν ὁ πατὴρ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ δι' αὐτὰς «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ 28.19.167 «κείραντος ἄφωνος». τούτου ἐν τῇ ταπεινώσει, ἣν «ἐταπείνωσεν «ἑαυτὸν γενόμενος ὑπήκοος