κατὰ Ἀθανασίου μέμψιν ἔλεγον εἶναι, ἀλλ' ἐπὶ παρατροπῇ τῆς πίστεως ταῦτα αὐτοὺς ἐπινοεῖν.» Τοιαῦτα κεκραγότων, διαλύεται μὲν τότε τῶν ἐπισκόπων ὁ σύλλογος. 2.37 Περὶ τῆς ἐν Ἀριμίνῳ συνόδου, καὶ περὶ τῆς ἐκεῖσε ἐκτεθείσης πίστεως. Γνοὺς δὲ ὁ βασιλεὺς, τοὺς μὲν ἐκποδὼν δι' ἐξορίας ποιεῖ· οἰκουμενικὴν δὲ σύνοδον συγκροτεῖν ἐβούλετο, ὅπως ἂν πάντας τοὺς τῆς ἀνατολῆς ἐπισκόπους εἰς τὴν δύσιν ἑλκύσας, ὁμοδόξους, εἰ δύναιτο, τοὺς πάντας ποιήσειεν. Ὡς δὲ αὐτῷ ταῦτα σκεπτομένῳ χαλεπὰ τὰ τῆς ὁδοῦ κατεφαίνετο, διμερῆ γενέσθαι τὴν σύνοδον αὐτοῖς προσέταξεν, ἐν Ἀριμίνῳ μὲν τῆς Ἰταλίας τοὺς τότε παρόντας συνελθεῖν ἐπιτρέψας· τοὺς δὲ ἐν ἀνατολῇ διὰ γραμμάτων ἐν Νικομηδείᾳ τῆς Βιθυνίας ἀπαντῆσαι ἐκέλευσε. Ταῦτα μὲν ὁ βασιλεὺς σκοπῷ τῆς ὁμοφωνίας ἐκέλευσεν· οὐ μὴν αὐτῷ ὁ σκοπὸς χρηστὴν ἔσχεν ἔκβασιν· οὐδετέρα γὰρ τῶν συνόδων ἑαυτῇ συνεφώνησεν, ἀλλ' ἑκατέρα διῃρέθη. Οὔτε γὰρ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ὁμοφωνῆσαι δεδύνηνται· καὶ οἱ τῆς ἀνατολῆς συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας ἕτερον σχίσμα εἰργάσαντο. Ὅπως μὲν οὖν ἕκαστα τούτων ἐγένετο προϊόντες δηλώσομεν, πρότερον περὶ Εὐδοξίου μικρὰ μνημονεύσαντες. Περὶ γὰρ τόνδε τὸν χρόνον Λεοντίου τελευτήσαντος, ὃς τὸν αἱρετικὸν Ἀέτιον εἰς τὴν διακονίαν προβέβλητο, Εὐδόξιος Γερμανικείας ἐπίσκοπος ὢν-Συρίας δὲ καὶ ἥδε ἡ πόλις-κατὰ τὴν Ῥώμην τότε παρὼν ἐπείγεσθαι σκέπτεται. Καὶ τῷ βασιλεῖ δολίως διαλέγεται, ὡς χρῃζούσης τῆς Γερμανικέων πόλεως παραμυθίας καὶ φυλακῆς, συγχωρηθῆναι αὐτῷ ταχεῖαν ἐπάνοδον. Οὐδὲν δὲ ὁ βασιλεὺς προειδόμενος ἀφίησιν αὐτόν· ὁ δὲ τοὺς τοῦ κοιτῶνος κρατοῦντας ἔχων συνεργοὺς, τὴν Ἀντιοχείας ἐπισκοπὴν ὑπορύξας, τὴν ἑαυτοῦ πόλιν ἀπέλιπε. Καὶ τὸν Ἀέτιον συγκροτεῖν ἐπειρᾶτο, σπουδήν τε ἐτίθετο συνέδριον ἐπισκοπῶν καθίσαι, καὶ ἀποδοῦναι αὐτῷ τῆς διακονίας τὴν ἀξίαν. Τοῦτο μὲν οὖν οὐδαμῶς ἐγένετο, διότι ἐπικρατέστερον ἦν τὸ κατὰ Ἀετίου μῖσος τῆς Εὐδοξίου σπουδῆς. Τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω. Τῶν δὲ ἐν τῇ Ἀριμίνῳ συνελθόντων, οἱ μὲν ἀνατολικοὶ σιγῇ τὰ κατὰ Ἀθανασίου παραπέμψαντες συνεληλυθέναι ἔφασκον. Συνελαμβάνοντο δὲ τῇ τούτων σπουδῇ Οὐρσάκιος καὶ Οὐάλης, οἱ ἐξ ἀρχῆς μὲν τὸ τοῦ Ἀρείου συγκροτήσαντες δόγμα, ἐν τῷ μέσῳ δὲ τῷ «ὁμοουσίῳ» συνθέμενοι διὰ τοῦ ἐπιδοθέντος βιβλίου τῷ ἐπισκόπῳ τῆς Ῥώμης, ὥς μοι καὶ πρότερον εἴρηται· οὗτοι γὰρ ἀεὶ πρὸς τοὺς ἐπικρατοῦντας ἐπέκλινον. Συνελαμβάνοντο δὲ τούτοις Γερμάνιος καὶ Αὐξέντιος, ∆ημόφιλός τε καὶ Γάϊος. Ὡς οὖν ἐν τῷ συλλόγῳ τῶν παρόντων ἄλλος ἄλλο τι προβάλλεσθαι παρετάττοντο, τηνικαῦτα οἱ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα πάντα ἔλεγον τὰ περὶ τῆς πίστεως ὑπαγορευθέντα μένειν ἀργὰ, δέχεσθαι δὲ νεωτέραν ἔκθεσιν, ἣν μικρὸν ἔμπροσθεν ἐν Σιρμίῳ συνελθόντες ἐξέθεντο. Ταῦτα ἔλεγον, καὶ χάρτην μετὰ χεῖρας ἔχοντες, ἀναγινώσκεσθαι πεποιήκασιν, ἄλλην δὲ ἔκθεσιν πίστεως, ἣν ἐν Σιρμίῳ προτυπώσαντες, ἐκεῖ μὲν, ὡς καὶ πρότερον ἔφην, ἐταμιεύσαντο, τότε δὲ ἐν τῇ Ἀριμίνῳ φανερὰν πεποιήκασιν· ἥτις ἐκ Ῥωμαϊκοῦ μὲν ἡρμηνεύθη, ἐστὶ δὲ ἐν τούτοις τοῖς ῥήμασιν· Ἐξετέθη πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου, ἐν ὑπατείᾳ Φλαβίου Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων, ἐν Σιρμίῳ τῇ προένδεκα καλανδῶν Ἰουνίων. Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν Θεὸν, Πατέρα παντοκράτορα, κτίστην καὶ δημιουργὸν τῶν πάντων· καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων, καὶ πρὸ πάσης ἀρχῆς, καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου, καὶ πρὸ πάσης καταληπτῆς ἐπινοίας γεγεννημένον ἀπαθῶς ἐκ τοῦ Θεοῦ, δι' οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν, καὶ τὰ πάντα ἐγένετο· γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου ὑπὸ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ κατὰ τὰς γραφάς· οὗ τὴν γέννησιν οὐδεὶς ἐπίσταται, ἢ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον ἴσμεν τὸν μονογενῆ αὐτοῦ Υἱὸν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν τῆς ἁμαρτίας, καὶ γεννηθέντα ἐκ Μαρίας τῆς παρθένου, καὶ