τροπωσάμενος, τοὺς ἄρχοντας αὐτῶν ἐποινάλισεν, ἐπιγράψας εἰς τὸ πρόσωπον αὐτῶν μέλανι κεντητῷ " ̓Αρμενιακὸς ἐπίβουλος," ἐξορίσας αὐτοὺς ἔν τε Σικελίᾳ καὶ ταῖς λοιπαῖς νήσοις. Μισήσας δὲ ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρίαν ὑποβολῇ τῆς ἑαυτοῦ μητρός, ἐφιεμένης τῆς ἀρχῆς, πρὸς τὸ μισηθῆναι αὐτόν, ἐξεβιάσατο αὐτὴν τοῦ ἀποκείρασθαι, ἐμνηστεύθη δὲ παρανόμως Θεοδότῃ κουβικουλαρίᾳ, καὶ ἔστεψεν αὐτήν. ἀπέσχισε δὲ τοῦ πατριαρχείου Πλάτων ὁ τοῦ Σαδου199 κίονος ἡγούμενος καὶ λοιποὶ διὰ τὸ κοινωνῆσαι τὸν βασιλέα 199 ἑτέρου γάμου. εἰς οὓς πολλὰς θλίψεις ἐνεδείξατο ὁ βασιλεύς. ἡ δὲ μήτηρ αὐτοῦ ὑπερασπίζετο αὐτῶν ὡς τὸν υἱὸν μισούντων. Κάρδαμος δὲ ὁ κύριος Βουλγαρίας ἔγραψε τῷ βασιλεῖ "ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς χρυσῆς πόρτης." ὁ δὲ βασιλεὺς βαλὼν καβαλίνας ἐν μαντιλίῳ ἔπεμψεν αὐτῷ, εἰπὼν "οἷα δή σοι πρέπει πάκτα, ἀπέστειλα. γέρων δὲ εἶ, καὶ οὐ θέλω κοπωθῆναί σε ἕως τῶν ὧδε, ἀλλ' ἐγὼ ἔρχομαι πρὸς σέ." καὶ λαὸν συναθροίσας καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐδίωξεν αὐτὸν ἕως τὰ ἴδια. Ἡ δὲ μήτηρ αὐτοῦ θωπεύσασα πάντας καὶ δωρεῶν ὑποσχέσεσιν ἑλκύσασα πρὸς ἑαυτὴν ἐτήρει ἡμέραν ἐπιτηδείαν πρὸς τὸ μοναρχῆσαι. τοῦ οὖν βασιλέως ἐξελθόντος κατὰ Ἀράβων, τοῦ λαοῦ παρητοιμασμένου ὄντος τοῦτον κρατῆσαι ἐπί τε τῇ ὑποθέσει τῆς μητρὸς καὶ τῇ παρανομίᾳ τῆς γυναικός, δι' ἃ μισητὸς ἐγένετο, πείθουσιν αὐτὸν οἱ μεγιστᾶνες αὐτοῦ ὑποστρέψαι ἐν τῇ πόλει, εἰσηγήσεσι τῆς μητρός. καὶ δὴ παραγενόμενον ἐν τῷ παλατίῳ, τῆς μητρὸς αὐτοῦ μὴ παρούσης, ἀπέκλεισαν αὐτὸν οἱ μεγιστᾶνες καὶ σύμβουλοι τῆς μητρὸς αὐτοῦ ἐν τῇ πορφύρᾳ ἐν ᾗ ἐγεννήθη, καὶ ἐκτυφλοῦσιν αὐτόν, τῆς μητρὸς αὐτοῦ τοῦτο βουλευσαμένης. ἐσκοτίσθη δὲ ὁ ἥλιος ἐπὶ ἡμέρας δεκαεπτά, ὥστε καὶ τὰ πλοῖα πλανᾶσθαι, καὶ λέγειν πάντας ὅτι διὰ τὴν τοῦ βασιλέως τύφλωσιν ἐσκοτίσθη ὁ ἥλιος. ἀλλ' ὅρα τὰ τοῦ θεοῦ ἀνεξερεύνητα 200 κρίματα. μετὰ γὰρ τὰ πέντε ἔτη τῷ αὐτῷ μηνὶ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἀπετύφλωσε τοὺς ἰδίους θείους καὶ Ἀλέξιον τὸν Μουσηλέ, ἀποτυφλοῦται καὶ αὐτὸς ὁ Κωνσταντῖνος. ἐκράτησε δὲ Εἰρήνη μόνη τὴν βασιλείαν. ἐστασίασαν δὲ οἱ αὐτῆς ἀνδράδελφοι, καὶ ἐξώρισεν αὐτοὺς ἐν Ἀθήναις· οἳ κἀκεῖθεν βουλευσάμενοι περὶ βασιλείας ὑπὸ τῶν ἐντοπίων ἀνῃρέθησαν, καὶ ἠφανίσθη τὸ τοῦ μιαροῦ Κωνσταντίνου γένος. Τῇ δὲ δευτέρᾳ τοῦ ἁγίου πάσχα ἀπελθοῦσα ἡ βασίλισσα ἐπὶ τῇ κατὰ τύπον γινομένῃ προελεύσει εἰς τοὺς ἁγίους ἀποστόλους, τῇ δείλῃ προῆλθεν ἐν ὀχήματι χρυσῷ ἐποχουμένη τέσσαρσιν ἵπποις λευκοῖς, κρατουμένοις ὑπὸ πατρικίων, ῥίψασα ὑπατείαν ἐν τῇ μέσῃ πολλήν. νοσησάσης δὲ τῆς βασιλίσσης ἐδηλώθη αὐτῇ ὅτι Σταυράκιος στάσιν κατὰ σοῦ μελετᾷ. ἡ δὲ ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ σελέντιον ποιήσασα ἐξεφώνησε μὴ προέρχεσθαι Σταυρακίῳ τινὰ τῶν ἀρχόντων. Ἀέτιος δὲ ὁ σὺν αὐτῷ παραδυναστεύων, φθονῶν Σταυράκιον, εἰς ἑαυτὸν τὸ κράτος μετεχειρίζετο. τούτων δὲ οὕτως ὄντων Νικηφόρος πατρίκιος καὶ γενικὸς ἐτυράννησε κατ' αὐτῆς μετὰ συμβουλῆς Νικήτα πατρικίου καὶ Σισιννίου τῶν αὐταδέλφων, τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλίων, καὶ Λέοντος πατρικίου τοῦ τεσσαρακονταπήχεως, καὶ Γρηγορίου πατρικίου τοῦ Μουσαλακίου, καὶ ἑτέρων τινῶν τῶν ἐν τέλει· οἳ καὶ ἐλθόντες ἐν τῇ Χαλκῇ, ὥρᾳ τετάρτῃ τῆς νυκτός, ἀπατήσαντες τοὺς 201 φύλακας ὡς παρὰ τῆς Αὐγούστης ἀπεστάλησαν, εἰσῆλθον ἐν τῷ παλατίῳ, καὶ διὰ τῆς νυκτὸς κατὰ πάσης τῆς πόλεως τὴν ἀναγόρευσιν αὐτοῦ ἐποιήσαντο, τοὺς φύλακας περιστήσαντες ἐν τῷ παλατίῳ τῶν Ἐλευθέρων φυλάττειν Εἰρήνην. ὄρθρου δὲ μεταστειλάμενος ἀπέκλεισεν αὐτὴν ἐν τῷ παλατίῳ καὶ οὕτως προῆλθεν ἐν τῇ ἐκκλησίᾳ ἐπὶ τῷ στεφθῆναι τὸν ἀλιτήριον, Ταρασίου ἔτι τὸν θρόνον κατέχοντος. Νικηφόρος ὁ ἀνδράδελφος Εἰρήνης ὁ ἀπὸ γενικῶν. Νικηφόρος ὁ ἀνδράδελφος Εἰρήνης ἐβασίλευσεν ἔτη ηʹ μῆνας θʹ. οἱ δὲ ὄχλοι ἐπαρῶντο καὶ τὸν στέφοντα καὶ τὸν στεφόμενον. χρηστότητα δὲ ὑποκρινόμενος παρηγόρει τὴν βασίλισσαν, ὡς πᾶσαν αὐτῆς ἀνάπαυσιν ποιήσειεν, εἰ τοὺς θησαυροὺς αὐτῆς καταμηνύσειεν αὐτῷ. ἡ δὲ