1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

64

ζήσεται." Ὥσπερ τοί νυν τηνικαῦτα εἰπών· "Ἀναστήσεται ὁ ἀδελφός σου," οὐ τὴν ψυχὴν μόνην ἀνέστησε τοῦ Λαζάρου, ἀλλὰ ταύτην μὲν ἐπανήγαγε, τὸ δὲ σῶμα δυσῶδες καὶ διαλελυμένον ἀνέστησεν· οὕτω δὴ καὶ τὴν κοινὴν ἀνάστασιν ὑποσχόμενος, τὰ διαλυθέντα σώματα συν εστῶτα πάλιν ταῖς ψυχαῖς ἀποδώσει, ἐλεύθερα θα νάτου καὶ φθορᾶς ἀποφήνας. Καὶ τοῦτο διαῤῥήδην ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος· "∆εῖ γὰρ τὸ φθαρτὸν 83.516 τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν." Καὶ πάλιν· "Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα κατα ποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς." Καὶ αὖθις· "Σπείρε ται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν." Καὶ πάλιν· "Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι." Τέ θεικε δὲ τὴν τῶν ἀπιστούντων ἀντίθεσιν· "Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Καὶ πρῶτον μὲν ἄφρονας αὐτοὺς προσηγό ρευσεν, ὡς ὁρῶντας ἐν τοῖς σπέρμασι τὸν τῶν ἀνα στάσεων τύπον, καὶ μὴ ποδηγουμένους ἐντεῦθεν εἰς τὴν τῶν σωμάτων ἀνάστασιν. Ἄφρον, γὰρ ἔφη, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν." Ἀπόβλεψον, φησὶν, εἰς τὰ καθ' ἡμέραν γιγνόμενα. Οὐδὲν γὰρ διενηνόχασι τῶν τάφων αἱ αὔλακες. Ἐν γὰρ ταύταις ὡς ἐν τάφοις τὰ σπέρματα καταχών νυνται, ὁ δὲ τῶν ὅλων ∆ημιουργὸς τὸν ὑετὸν χορηγῶν, καὶ ῥίζας ταῦτα φῦσαι παρασκευάζει, καὶ φύλλα, καὶ καλάμην, καὶ τοὺς ἀθέρας, καὶ τοὺς ἀστάχυς· καὶ τῶν γηπόνων οὐδὲν ἕτερον δρώντων ἢ θαπτόντων τὰ σπέρματα, ὁ τοῦ τὰ πάντα τεκτηναμένου ὄρος ἐργάζεται τὰ λοιπά. Τοῦτο γὰρ καὶ ὁ θεῖος εἶπεν Ἀπόστολος· "Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν." Καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον διαπλάττεσθαι σῶμα, ἀναγκαίως προστέθεικε· "Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα." Καὶ Φιλιππησίοις δὲ ἐπιστέλλων βοᾷ· "Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματί σει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Μετασχηματισμὸν δὲ κέκληκεν, οὐ τὴν εἰς ἕτερον εἶδος ἐναλλαγὴν, ἀλλὰ τὴν ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολήν. Καὶ Θεσσαλονικεῦσι δὲ λίαν ἐπὶ τοῖς τελευτῶσιν ἀθυμοῦσι ψυχαγωγῶν, τὸν περὶ τῆς ἀνα στάσεως αὐτοῖς προσενήνοχε λόγον. "Οὐ θέλω γὰρ, φησὶν, ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοι μημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπ έθανε καὶ ἀνέστη, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ." Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ ταῦτα λέγειν οἰκείοις χρώμενον λο γισμοῖς, ἐπήγαγε· "Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας." Καὶ μυρίας δὲ ἑτέρας ἔστιν εὑ ρεῖν παρὰ τούτῳ μαρτυρίας ἐναργῶς τὴν ἀνά 83.517 στασιν κηρυττούσας. Κἂν τοῖς Ἱεροσολύμοις δὲ ὡς παραβάτης τοῦ νόμου κρινόμενος ἐβόα· "Ὑπὲρ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον." Καὶ τί λέγω τοὺς ἀποστόλους, τοὺς σαφεστέραν παρὰ τοῦ Κυρίου περὶ τῆς ἀναστάσεως δεξαμένους διδα σκαλίαν; Καὶ γὰρ οἱ θεσπέσιοι προφῆται ταύτην ἔχοντες διετέλεσαν τὴν ἐλπίδα. Ἀκούομεν γὰρ τοῦ θειοτάτου ∆αβὶδ πρὸς τὸν Θεὸν λέγοντος· "Ἀνταν ελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." Ἀκούομεν δὲ καὶ Ἡσαΐου τοῦ θεσπεσίου βοῶντος· "Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθή σονται οἱ ἐν τοῖς μνημείοις. Ὁ δὲ τρισμακάριος Ἰεζεκιὴλ, καὶ αὐτὸν εἶπεν ἑωρακέναι τὸν τρόπον τῆς ἀναστάσεως· πάμπολλα γὰρ ὀστᾶ θεασάμενος, αὐτὸς ἐκελεύσθη παρεγγυῆσαι τούτοις,