64
καὶ ἐγενήθην τεταραγμένος." Ὁμοίως ἁρμότ τει καὶ ταῦτα καὶ τῷ Ἐζεκίᾳ, καὶ πάσῃ τῶν ἀν θρώπων τῇ φύσει· καὶ γὰρ ἐκεῖνος δι' ἀρετὴν τῆς θείας προνοίας ἀπήλαυσε, καὶ τῶν Ἀσσυρίων ἐκρά τησε· καὶ πάλιν τῆς θείας χάριτος γυμνωθεὶς, νόσῳ περιέπεσε, καὶ τὸ τῆς τελευτῆς ἐδέξατο δέος· καὶ ὁ Ἀδὰμ δὲ ἐν τῷ παραδείσῳ καὶ τῷ τῆς ἀρε τῆς ἐκεκόσμητο κάλλει, καὶ κρείττων ἦν τῆς φθο ρᾶς· τῆς δὲ θείας προνοίας διὰ τὴν παράβασιν γυ μνωθεὶς, τὴν ἀπὸ τῆς βιοτῆς ὑπέμεινε ζάλην. Τοῦτο δὲ σαφῶς λίαν ὁ Σύμμαχος τέθεικε· Κύριε, ἐν τῇ εὐδοκίᾳ σου ἔστησας τῷ προπάτορί μου κράτος· ὡς εἶναι δῆλον, ὅτι ταῦτα τῆς ἀν θρωπείας φύσεως τὸ πρόσωπον φθέγγεται πρὸς τὸν ∆εσπότην Χριστὸν, τῆς ζωῆς αὐτῇ τὸ μέγα δω ρησάμενον δῶρον. 80.1076 θʹ, ιʹ. "Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξ ομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;" Τούτοις καὶ ὁ μακάριος Ἐζεκίας ἐχρήσατο τοῖς λόγοις, ὡς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἱστο ρία διδάσκει, καὶ τοῦ θειοτάτου Ἡσαΐου ἡ προ φητεία· καὶ μέντοι καὶ ἡ ἀνθρωπεία φύσις, εἰ καὶ μὴ πᾶσα βεβόηκεν, ἀλλὰ διὰ τῶν ἁγίων βεβόηκε πρὸς τὸν Θεὸν, τούτοις κεχρημένη τοῖς λόγοις, ὅτι ∆ίκαιον ὑμνεῖν σε τὸν ποιητὴν, καὶ λόγοις εὐγνώμο σιν ἀμείβεσθαί σου τὰς χάριτας. Τοῦτο ζώντων ἴδιον· οἱ γὰρ εἰς χοῦν καὶ κόνιν διαλυόμενοι, καὶ τὸ σω ματικὸν ἔργον ἀπολέσαντες, πῶς ἂν δυνηθεῖεν τὰς σὰς ἄδειν εὐεργεσίας; ιαʹ-ιγʹ. "Ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύ ριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. ∆ιέῤῥηξας τὸν σάκκον μου, καὶ πε ριέζωσάς με εὐφροσύνην. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ." Καὶ Ἐζεκίας σάκ κον περιζωσάμενος προσήνεγκε τῷ Θεῷ τὴν κατὰ τῶν Ἀσσυρίων εὐχήν· καὶ ἡ ἀνθρωπεία φύσις τὸ πένθιμον περιεβέβλητο σχῆμα. Καὶ νῦν δέ τινες τῶν ἀνοήτων, τοὺς τεθνηκότας ὀλοφυρόμενοι, ἐπὶ σάκκου καθήμενοι κακῶς, τῶν προφητικῶν ῥημά των ἐπαΐειν οὐκ ἐθέλουσι, διαῤῥήδην βοώντων· "∆ιέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην, καὶ ἔστρεψας τὸν κοπετόν μου εἰς χα ρὰν ἐμοί." Καθάπερ γὰρ ὁ Ἐζεκίας τῶν πεντεκαί δεκα ἐνιαυτῶν τὴν ἐπαγγελίαν δεξάμενος εὐφρο σύνης ἐνεπλήσθη πολλῆς, οὕτω δίκαιον ἡμᾶς τὴν ἐλπίδα δεξαμένους τῆς ἀναστάσεως, μὴ θρηνεῖν τοὺς τελευτῶντας, ἀλλ' ἐκείνην μετ' εὐθυμίας προσ μένειν. Τὸ δὲ, "Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ," ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἵνα ᾄδῃ σε δόξα, καὶ οὐ μὴ ἀποσιωπήσῃ· ἀντὶ τοῦ, Προσήκει ταύτης ἕνεκα τῆς εὐεργεσίας διηνεκῶς ᾄδειν σε καὶ ὑμνεῖν τοὺς τοσαύτης δόξης τετυχηκότας, ἐν μηδενὶ καιρῷ σιωπῶντας. Καὶ ἡ κατάνυξις δὲ σιγὴν ἐμποιεῖ. Οἱ Ἑβδομήκοντα τοίνυν ἀντὶ σιγῆς τεθείκασι τὴν κατάνυξιν· δόξης δὲ ὁ μὲν Ἐζεκίας τετύχηκε, τοσούτων δι' αὐτὸν μυριά δων θεήλατον δεξαμένων πληγὴν, καὶ μέντοι καὶ τοῦ ἡλίου ἀναστρέψαντος· ἡμεῖς δὲ πολλῆς εὐ κλείας ἔχομεν ἀφορμὴν, τοσαύτην περὶ ἡμᾶς τοῦ Θεοῦ τῶν ὅλων ἐπιδεξαμένου φιλοστοργίαν. Οὕτω γὰρ, φησὶν, ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. "Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι." Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον, ἀλλὰ 80.1077 καὶ μετὰ τὴν ἀνάστασιν, ὕμνους σοι προσοίσω, δι ηνεκῶς τὰς ὑπερφυεῖς σου καὶ ἀῤῥήτους διηγούμενος δωρεάς.
ΕΡΜΗΝ. ΤΟΥ Λʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Ψαλμὸς τῷ ∆αβὶδ, ἐκστάσεως." Τοῦτο δὲ οὔτε παρὰ τῷ
Ἑβραίῳ, οὔτε παρὰ τοῖς λοιποῖς εὗρον ἑρμηνευταῖς, ἐν ἐνίοις δὲ τῶν ἀντι γράφων. Αἰνίττεσθαι δέ μοι τὰ κατὰ τὸν Οὐρίαν δο κεῖ. Λέγει γὰρ ἐν αὐτῷ τῷ ψαλμῷ· "Ἐγὼ δὲ εἶ πον ἐν τῇ ἐκστάσει μου, Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου·" τουτέστιν, Ὠήθην ἡμαρτηκὼς τῆς σῆς γεγυμνῶσθαι προνοίας. Εἰρῆσθαι δὲ ἔοικεν ὁ ψαλμὸς οὗτος ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, καθ' ὃν καιρὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ