64
ἁγίων ἀνάθεμα ἔστω"5; δῆλον γὰρ ὅτι ἐνισταμένων τινῶν μὴ δέχεσθαι ἡ ἐκφώνησις, εἰ μὴ μεθύομεν. περὶ ποίας δὲ ὑποθέσεως ἄλλης ἡ ἔνστασις ἢ τῆς μοιχοζευξίας; οὐκοῦν ἀσφαλῶς αὐτῆς ἕνεκα ὁ ἀναθεματισμὸς ὡς οὔσης κατὰ τὰς τῶν ἁγίων οἰκονομίας. καὶ εἰ μὲν ἐφάμιλλος αὐταῖς, αἱ τῶν ἁγίων οἰκονομίαι παράνομοι· εἰ δὲ οἱ ἅγιοι οὐ παράνομοι, ὅπερ ἀληθές, αὐτοὶ ἀνεθεματίσθησαν μὴ προσιέμενοι τὴν μοιχοζευξίαν, κἂν τέχναις σοφίζωνται τὰ ἐναργῆ ἀφανῆ δεικνύειν. ἀλλ' ἀμήχανον κρυβῆναι τὸ γεγονός. Ὅτι δὲ ἀμετάβλητοι αἱ ἐντολαὶ τοῦ εὐαγγελίου ἄκουε τοῦ Μεγάλου Βασιλείου βοῶντος· τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρὸς τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἠβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι· αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλ' αὐταὶ διαμένουσιν, ὡς προήχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος οὕτω διαιωνίζουσαι. οἱ δὲ δι' ἐναντίας κηρύξαντες τὴν μοιχοζευξίαν οἰκονομίαν σωτήριον τί ἄλλο ἢ τρεπτὰς τὰς ἐντολὰς τοῦ θεοῦ ἀπεφήναντο, πῇ μὲν μεταβαλλομένας, πῇ δὲ οὐ μεταβαλλομένας ἀλλ' ἐνεργούσας ἀτρέπτως, καιροῖς δέ τισι καὶ περιστάσεσιν ἀνθρωπίναις, ὥσπερ ἔφασαν αὐτοὶ περὶ τῶν κρατούντων, μεταβαλλομένας καὶ μὴ εἰς ἀνομίαν λογιζομένας, ἀλλὰ γὰρ καὶ τοσοῦτον ἰσχὺν ἐχούσας, ὡς καὶ τοὺς μὴ προσιεμένους αὐτάς, ἤγουν τὰς παραβάσεις τὰς (ὥς φασιν) οἰκονομίας ἁγίων, ἀναθεματισμένους παρὰ τῇ ἐκκλησίᾳ εἶναι; Συνῆκται οὖν ἐντεῦθεν οὐδὲν ἕτερον ἢ τὸ τὸν θεὸν τρεπτὸν εἶναι καὶ ἀλλοιωτόν, ὁμοιουμένου τοῦ λέγοντος τῷ οἰκείῳ λόγῳ, τό τε εὐαγγέλιον ἀόριστον πρός τε σωτηρίαν καὶ ἀπώλειαν. ἆρα γὰρ ἐπὶ πάντων ἀνθρώπων καὶ ἐπὶ πάσης ἐντολῆς παραβάσεως οἰκονομία ἢ ἔν τισι καί τινι; καὶ τίς ἡ ἀποκλήρωσις τοῦ ἐπί τισι μὲν καί τινι εἶναι, ἐπὶ δέ τισι καί τινι οὐδαμῶς; καὶ πρὸς τίνων ἆρα καὶ παρὰ πόσων τὸ οἰκονομεῖν; παρὰ ἱεραρχῶν μόνων ἢ καὶ ἱερέων; συνοδικῶς ἢ καὶ ἰδικῶς ἕκαστον; καὶ εἰ ἐπὶ τῶν βασιλέων μόνων, ἐπὶ τῆς μοιχείας μόνης ἢ καὶ ἐφ' ἑκάστης παρανομίας; καὶ πῶς ἐπὶ τῶν βασιλέων ὑποχωροῦσιν αἱ τοῦ θεοῦ ἐντολαί; ἢ πάντως ὡς τῆς βασιλείας αὐτοῦ τέλος ἐχούσης, ὅτι μηδὲ βασιλέως ὑποχωρεῖ νόμος, μὴ ἑτέρου βασιλέως αὐτὸν διαδεχομένου; ἀλλὰ γὰρ καὶ τοῦτο ἀπορητέον· ἐπειδή φησιν ὁ θεῖος ἀπόστολος, οἱ ἄνδρες ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. πῶς ἆρα νῦν μὲν τὴν μοιχείαν καὶ μοιχοζευξίαν προσηκαμένη, ἐν δὲ τοῖς πέριξ χρόνοις ἑτέρας ἐφαμίλλους, διαμείνοιεν ἂν ἄσπιλός τε καὶ ἀρρύτιδος, ἀλλ' οὐχὶ βεβορβορωμένη (ὃ καὶ φρίττω λέγων), διακρινέτωσαν ἡμῖν οἱ νῦν εὐαγγελισταί· ἑαυτοὺς γὰρ ταύτας προσηκάμενοι ἐκκλησίαν θεοῦ ὀνομάζουσιν, ἀντιθέτους αὐτῇ τοὺς μὴ προσιεμένους αὐτὰς διακρίναντες. ἀλλ' ὄντως κατὰ τὸν προφήτην, ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς τὸν θεὸν πλάνησιν. Χαλεπωτάτη οὖν αἵρεσις αὕτη, καὶ τὸ τοῦ μακαριωτάτου ἀποστόλου ἔστιν ἐνταῦθα λέγειν· θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἀλλὰ καὶ ἐὰν ἡμεῖς αὐτοὶ ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. παρ' ὃ δὲ εὐηγγελίσατο οὐχ ὁ ἀπόστολος, ἀλλ' αὐτὸς ὁ Χριστός, εὐηγγελίσατο ἡ μοιχοσύνοδος τὴν μοιχοζευξίαν, ἐξ ἧς ἡ μοιχεία, καὶ τὴν πρὸς τοὺς μοιχωμένους πολυτρόπως ἀπαγωγὴν οἰκονομίαν σωτήριον· καὶ τοῦτό ἐστιν εὐαγγελιζομένη ἑκάστοτε ἔργῳ καὶ λόγῳ, κἂν προσποιῆται δολερῶς ὑπολωφεῖν, ἵνα μετὰ τὴν θήραν τῶν ἀπατηθέντων