1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

64

ιαʹ. γʹ. βʹ. Τούτῳ τῷ ἔτει τῶν ἀπὸ Ῥώμης πεμφθέντων ἐν Ἀβύδῳ κρατηθέντων γνώμῃ Ζήνωνος καὶ Ἀκακίου καὶ τῶν γραμμάτων ἀφαιρε132 θέντων καὶ ἐν φρουρᾷ βληθέντων, ἠπείλησε Ζήνων τούτους ἀνελεῖν, εἰ μὴ κοινωνῶσιν Ἀκακίῳ καὶ Πέτρῳ τῷ Μογγῷ. Κόσμου ἔτη εϠπʹ. Τῆς θείας σαρκώσεως ἔτη υπʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιδʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ηʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ιζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος μγʹ. Πέτρος ἔτη γʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Λεόντιος μετὰ πολλοὺς πολέμους ἐπὶ τέσσαρα ἔτη φρουρούμενοι ἐν τῷ Παπυρίου καστελλίῳ ἐχειρώθησαν προδοσίᾳ τοῦ ἀδελφοῦ τῆς γαμετῆς Τροκούνδου, δόλῳ πεμφθέντος ὑπὸ Ζήνωνος· καὶ ἀπετμήθησαν, καὶ αἱ κεφαλαὶ αὐτῶν ἐπέμφθησαν τῷ Ζήνωνι καὶ εἰσηνέχθησαν εἰς κοντοὺς ἐν τῷ ἱππικῷ κἀκεῖθεν ἐπάγησαν πέραν ἐν Συκαῖς πρὸς θρίαμβον. ὁ δὲ Ζήνων τῇ βουλῇ Ἀκακίου τοὺς κατὰ τὴν ἑῴαν ἐπισκόπους ἐβιάζετο ὑπογράψαι τῷ ἑνωτικῷ καὶ κοινωνῆσαι Πέτρῳ τῷ Μογγῷ· τοὺς δὲ ἀποκρισιαρίους Φίλικος τοῦ Ῥώμης μεταχειρισάμενος καὶ χρήμασι δελεάσας Ἀκακίῳ κοινωνῆσαι παρὰ τὰ ἐνταλθέντα αὐτοῖς ἔπεισεν· καίτοι τῶν ὀρθοδόξων ἐκ τρίτου διαμαρτυραμένων αὐτοῖς, πρῶτον μὲν ἀγκίστρῳ περιθέντων σχοινίον, καὶ ἑνὸς αὐτῶν δημοσίᾳ ἐξαρτησάντων· δεύτερον δὲ τὴν βίβλον ἐνέβαλον· καὶ τρίτον κοφίνῳ λαχάνων ἐνέθηκαν. Φίλιξ δὲ μαθὼν τὰ ὑπὸ τῶν ἀποκρισιαρίων αὐτοῦ πραχθέντα καθῇρεν αὐτοὺς γράψας Ἀκακίῳ καθαίρεσιν. ὁ δὲ ταύτην ἐπιφερόμενος διαδρὰς τοὺς ἐν Ἀβύδῳ κατέλαβε τὴν ∆ίου μονήν. οἱ δὲ τῆς ∆ίου μοναχοὶ τῇ κυριακῇ εἰς τὸ ἱερατεῖον ἐπέδωκαν Ἀκακίῳ τὴν ἐπιστολήν· οἱ δὲ περὶ Ἀκάκιον ἀνεῖλόν τινας τῶν ἐπιδεδωκότων μοναχῶν, ἄλλους δὲ τιμωρήσαντες καθεῖρξαν. Ἀκάκοις δὲ ἀναισθήτως ἔσχε περὶ τὴν καθαίρεσιν καὶ τὸ ὄνομα Φίλικος ἐξῇρε τῶν διπτύχων. 133 Κωνσταντινουπόλεως ἐπίσκοπος Φραυΐτας μῆνας γʹ. ιεʹ. θʹ. ϛʹ. αʹ. ιγʹ. εʹ. [γʹ]. Τούτῳ τῷ ἔτει Καλανδίων, ἐπίσκοπος Ἀντιοχείας, ἤγαγε τὸ λείψανον Εὐσταθίου τοῦ μεγάλου ἀπὸ Φιλίππων, ἔνθα καὶ ἐξόριστος ἐκοιμήθη ὁ ἅγιος· καὶ μετὰ πολλῆς τιμῆς ἀπὸ δέκα μιλίων ἡ πόλις Ἀντιοχέων ὑπήντησεν. οἱ δὲ ἀποσχίζοντες τῆς ἐκκλησίας διὰ τὸν ἅγιον ἡνώθησαν μετὰ ρʹ ἔτη τῆς κοιμήσεως αὐτοῦ. Ἀκακίου δὲ τελευτήσαντος Φραυΐτας τρίμηνον τῆς ἐπισκοπῆς κρατήσας ἔγραψε Φίλικι, ὡς αὐτῷ μὲν κοινωνεῖ, Πέτρῳ δὲ τῷ Μογγῷ οὐ κοινωνεῖ· τῷ δὲ Μογγῷ ἔγραψεν, ὡς αὐτῷ μὲν κοινωνεῖ, Φίλικα δὲ τὸν Ῥώμης ἀποστρέφεται. Φίλιξ δὲ τὰ ἴσα τὰ πρὸς τὸν Μογγὸν πεμφθέντα ἐδέξατο παρὰ τῶν ὀρθοδόξων προλαβόντα, καὶ φθασάντων τῶν ἀποκρισιαρίων Φραυΐτα μετὰ τῶν συνοδικῶν ἀτίμως τούτους ὁ Φίλιξ ἀπέπεμψεν. τοῦ δὲ Φραυΐτα τελευτήσαντος, Εὐφήμιος, πρεσβύτερος καὶ πτωχοτρόφος Νεαπόλεως, τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως ἐκράτησε καὶ εὐθέως ἰδίαις χερσὶ τὸ ὄνομα τοῦ Μογγοῦ τῶν διπτύχων ἀπήλειψεν· καὶ οὕτως ἐκάθισεν εἰς τὸν θρόνον καὶ τὸ τοῦ Φίλικος τῆς Ῥώμης ἐνέταξεν. Κόσμου ἔτη εϠπβʹ. Τῆς θείας σαρκώσεως ἔτη υπβʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιϛʹ Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. αʹ. Τούτῳ τῷ ἔτει Πέτρος ὁ Μογγὸς ἀπέθανεν ἐν Ἀλεξανδρείᾳ, καὶ Ἀθανάσιος ἀντ' αὐτοῦ ἐχειροτονήθη, ὁ ἐπίκλην Κηλίτης. Ζήνων δὲ ὁ βασιλεὺς ἀνεθεὶς τῶν τυράννων ἐξέβαλε τῆς ἐκκλησίας Ἀντιοχέων Καλανδίωνα καὶ ἐξώρισεν εἰς Ὄασιν, Πέτρον δὲ τὸν Κναφέα 134 κατέστησεν· Νέστορα δὲ Ταρσοῦ, Κῦρον Ἱεραπόλεως, Ἰωάννην Κυρεστῶν, Ῥωμανὸν Χαλκηδόνος, Εὐσέβιον Σαμοσάτων, Ἰουλιανὸν Μομψουεστίας, Παῦλον