1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

65

[OΜIΛIA H.] Eἰς δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος Βηρυτοῦ τε καὶ Βύβλου καὶ ἐκ τῶν πλησιο- χώρων πολλοὶ συνεισῄεσαν. οὐχ ἥκιστα δὲ τῶν ἀπ' αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ἡμῖν ἐν τοῖς προαστείοις οἱ ὑπ' αὐτοῦ ἐκπεμφθέντες ἀδελφοὶ τά τε ἄλλα τὰ κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα τῷ Σίμωνι ἐξακριβῶσαι, ὅπως ἐλθόντες ὑφηγήσωνται. ἀποδεξάμενοι <...> αὐτὸν ἐπὶ τὴν Μαροόνου ἦγον οἰκίαν. ὁ δὲ ἐπ' αὐτῷ τῷ τῆς ξενίας πυλῶνι ἤδη γεγονώς, ἐπι- στραφεὶς τοῖς ὄχλοις ὑπέσχετο μετὰ τὴν ἐπιοῦσαν περὶ θεοσεβείας αὐ- τοῖς διαλεχθῆναι. εἰσελθόντος δὲ αὐτοῦ οἱ πρόοδοι τοῖς συνεληλυθόσιν ξενίας ηὐτρέπιζον. οὐκ ἀπελείποντο δὲ οὐδὲ οἱ ἀποδεχόμενοι καὶ ξενί- ζοντες τῆς τῶν ἀξιούντων προθυμίας. τούτων δὲ οὐδὲν εἰδὼς ὁ Πέ- τρος, ἀξιωθεὶς ὑφ' ἡμῶν τροφῆς μεταλαβεῖν ἔφη μὴ μεταλήψεσθαι πρό- τερον αὐτός, πρὶν ἢ τοὺς συνεληλυθότας αὐτῷ διαναπαύσασθαι. ἀποκρι- ναμένων δὲ ἡμῶν ὅτι· Ἔφθη τοῦθ' οὕτως γεγενῆσθαι, προφάσει τῆς πρὸς σὲ στοργῆς σπουδῇ πάντας αὐτοὺς ὑποδεξαμένων, ὡς τοὺς μὴ ἐσχηκό- τας οὓς ξενίσουσιν ὑπερβαλλόντως λελυπῆσθαι, ὁ Πέτρος ἀκούσας καὶ ἡσθείς, τῆς ὀξείας φιλανθρωπίας εὐλογήσας αὐτοὺς ἐξῆλθεν καὶ θαλάσσῃ λουσάμενος εἰσελθὼν καὶ σιτίων σὺν τοῖς προόδοις μεταλαβὼν ἑσπέρας ἐπικαταλαβούσης ὕπνωσεν. ὑπὸ δὲ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνὰς διυπνισθεὶς εὗρεν ἡμᾶς ἐγρηγορότας. ἦμεν δὲ σὺν αὐτῷ οἱ πάντες ἓξ καὶ δέκα, αὐτὸς ὁ Πέτρος κἀγὼ ὁ Κλήμης Νικήτης τε καὶ Ἀκύλας καὶ οἱ προοδεύσαντες δώδεκα. προσαγορεύσας οὖν ἡμᾶς ἔφη· Σήμερον τοῖς ἔξω μὴ σχολάζοντες ἀλλήλοις ἐσμὲν εὔσχολοι. διὸ ἐγὼ μὲν ὑμῖν τὰ μετὰ τὴν ἀπὸ Τύρου ἔξοδον γεγενημένα διηγήσομαι, ὑμεῖς δὲ ἐμοὶ τὰ ἐνταῦθα ὑπὸ τοῦ Σίμωνος πεπραγμένα καὶ ἀκριβέστερον ἐξηγήσασθε. ἀμειψαμένων οὖν ἀλλήλους ταῖς ἐν μέρει διηγήσεσιν εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων Πέτρῳ ὅτι· Σίμων μαθών σε ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν ὥρμησεν ὁδόν, οἱ δὲ ὄχλοι τὴν μίαν ταύτην νύκτα ὡς ἐνιαυτοῦ χρόνον ἡγησάμενοι καὶ ἀναμένειν τὴν δοθεῖσαν ὑπὸ σοῦ προθεσμίαν μὴ δυνάμενοι, πρὸ τῶν θυρῶν ἑστήκασιν κατὰ συστάσεις καὶ συλλόγους, ἀλλήλοις περὶ τῆς τοῦ Σίμωνος διαβολῆς διαλαλοῦντες ὅτι μετεωρίσας αὐτοὺς καὶ ἐπὶ πολλοῖς κακοῖς σε ἐλέγξειν ἐλθόντα ὑποσχόμενος, ἐπιδη- μήσαντα γνοὺς νύκτωρ ἔφυγεν· πλὴν ἐπιθυμοῦσιν αὐτοῖς ἀκοῦσαί σου οὐκ οἶδα πόθεν φήμη τις ἐπέπεσεν ὡς μέλλοντός σου σήμερον αὐτοῖς διαλέγεσθαι. ἵνα οὖν μὴ ἐπὶ πολὺ καμόντες ἀλόγως διαλύωνται, τί χρή σε ποιεῖν, αὐτὸς γινώσκεις. Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· Ὁρᾶτε, ἀδελφοί, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελοῦνται. μέμνημαι γὰρ αὐτοῦ εἰπόντος· «Πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ μεσημβρίας, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβή. ἀλλὰ καὶ «πολλοί (φησίν) κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί». τὸ μὲν