65
οὗτος ὁ Σαυρόματος ὑπερέβη, ὡς οἷα βουλόμενος τὴν μετὰ βίας αὐτῷ ἀφαιρεθεῖσαν γῆν ἐκδικῆσαι καὶ ἀπολαβεῖν. Καὶ δὴ ἐν τοῖς τότε καιροῖς στεφανηφοροῦντος καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν Φαρνάκου, τοῦ Φαρνάκου, ἀντεπαρατάξαντο καὶ οἱ Χερσωνῖται τῷ Σαυρομάτῳ, καὶ ἀπαντήσαντες ἀλλήλους ἐν τοῖς τοῦ προειρημένου Καφᾶ τόποις, ἔστησαν ἑκάτερα τὰ μέρη ἐν τοῖς ὄρεσιν. Ὁ δὲ Σαυρόματος ὢν μέγας τὴν ἡλικίαν ἐθάρρησεν ἑαυτῷ, καὶ ἐμεγαλαύχει κατὰ τῶν Χερσωνιτῶν φρυαττόμενος, θαρρῶν ἅμα καὶ ἐπὶ τῷ ἀπείρῳ πλήθει, τῷ μετ' αὐτοῦ ὄντι. Ὁ δὲ Φαρνάκος μικρὸς ἦν τῇ ἡλικίᾳ κατὰ τὸν Σαυρόματον, καὶ ἰδὼν τὸ πλῆθος τοῦ Σαυρομάτου, ἐσκέψατο μετὰ τοῦ ἰδίου στρατοῦ, ἐφ' ᾧ τε μονομαχῆσαι αὐτὸν μετὰ τοῦ Σαυρομάτου καὶ μὴ ἄπειρον πλῆθος ἀπολέσθαι. Καὶ δὴ σκέψεως τοιαύτης γενομένης, δηλοῖ ὁ Φαρνάκος τὸ πλῆθος τοῦ Σαυρομάτου λέγων, ὅτι· "Τίς χρεία ἐστὶν τοσούτου ὄχλου γενέσθαι ἀπώλειαν; Οὐ γὰρ ὑμεῖς οἰκείᾳ προαιρέσει πρὸς τὸν πόλεμον ἐτράπητε, ἀλλὰ Σαυρόματος ὑμᾶς προετρέψατο. Θελήσατε οὖν τοῦτον ἀναγκάσαι τοῦ μονομαχῆσαι μετ' ἐμοῦ, καὶ ἐὰν διὰ τοῦ Θεοῦ δυνηθῶ αὐτόν, ὑμεῖς ἀναχωρεῖτε εἰς τὰ ἴδια ἀβλαβῶς, καὶ αὐτὸς καὶ ἡ πόλις αὐτοῦ ὑπέπεσάν μοι, εἰ δὲ καὶ δυνηθῇ με αὐτός, καὶ οὕτως ὑμεῖς ἀναχωρεῖτε εἰς τὰ ἴδια, καὶ αὐτὸς ἐπέβη ἐν τοῖς ἐμοῖς." Ὁ δὲ ὄχλος τῶν Σαυρομάτων ἡδέως τοῦτο ἀποδεξάμενος προετρέψατο τὸν Σαυρόματον μονομαχῆσαι μετὰ τοῦ Φαρνάκου. Ὁ οὖν Σαυρόματος μαθὼν μικρὸν πάνυ ὄντα τῇ ἡλικίᾳ τὸν Φαρνάκον, ἑαυτὸν δὲ ὑπερμεγέθη, ἐχάρη ἐπὶ τούτῳ, πεποιθὼς τῇ οἰκείᾳ δυνάμει καὶ οἷς ἐκέχρητο ὅπλοις κατατεθωρακισμένος. Καὶ τούτων οὕτως δοξάντων, λέγει ὁ Φαρνάκος τῷ ἰδίῳ στρατῷ, ὅτι· "Ὅταν κατέλθω διὰ τοῦ Θεοῦ εἰς τὸ μονομαχῆσαι, καὶ ἴδητε, ὅτι ὁ Σαυρόματος τὰ νῶτα αὐτοῦ ἔχει πρὸς ὑμᾶς καὶ τὴν ὄψιν πρὸς τοὺς ἰδίους, ἐγὼ δὲ τὴν ὄψιν μου πρὸς ὑμᾶς καὶ τὰ νῶτά μου πρὸς τοὺς ἐναντίους, ἅπαντες ὑμεῖς βάλετε μίαν κραυγὴν καὶ μόνον λέγοντες τὸ ἆ, ἆ, καὶ μὴ δευτερώσητε ἐπὶ τῇ κραυγῇ." Καὶ δὴ κατελθόντων αὐτῶν ἀμφοτέρων ἐν τῷ πεδίῳ πρὸς τὴν μονομαχίαν καὶ τρακτευόντων ἑαυτούς, καὶ τοῦ Φαρνάκου γενομένου εἰς τὸ τοῦ Σαυρομάτου μέρος καὶ τοῦ Σαυρομάτου εἰς τὸ τοῦ Φαρνάκου, ἔδωκεν ὁ τοῦ Φαρνάκου στρατὸς μίαν φωνήν, τὸ ἆ, ἆ. Ὁ δὲ Σαυρόματος τῆς τοιαύτης φωνῆς ἀκούσας περιεστράφη ἰδεῖν ἐναγώνιος, τίς ἡ γενομένη κραυγὴ ἐν τῷ τοῦ Φαρνάκου στρατῷ. Ἐν δὲ τῷ περιστρέψαι τὸν Σαυρόματον τὴν ἑαυτοῦ ὄψιν εἰς τὰ ὀπίσω διηνοίχθη μικρὸν τὸ τοῦ κασσιδίου αὐτοῦ πέταλον, καὶ εὐθέως ἐπιδραμὼν ὁ Φαρνάκος ἔδωκεν τῷ κοντῷ τὸν Σαυρόματον καὶ ἀνεῖλεν αὐτόν. Πεσόντος δὲ τοῦ Σαυρομάτου, κατελθὼν ὁ Φαρνάκος τοῦ ἵππου, ἀπεκεφάλισεν αὐτόν, καὶ γενόμενος ἐγκρατὴς τοῦ πολέμου, τὸ μὲν πλῆθος τῆς Μαιώτιδος ἀπέλυσεν, τοὺς δὲ τῆς Βοσπόρου αἰχμαλώτους λαβὼν καὶ τὴν γῆν αὐτῶν ἀφελόμενος, ἐν Κυβερνικῷ ἄνω τῆς τῶν Χερσωνιτῶν ὁροθεσίας ἔστησεν, ἄχρι τεσσαράκοντα καὶ μόνον μιλίων γῆν αὐτοῖς ἐάσας, αἵτινες ὁροθεσίαι ἕως τοῦ νῦν διαμένουσιν, αἱ δὲ εἰρημέναι πρῶται ὁροθεσίαι ἐν Καφᾷ εἰσιν ἀποκείμεναι. Ὀλίγους δέ τινας κατασχὼν παρ' ἑαυτῷ τῶν Βοσποριανῶν ὁ Φαρνάκος γεωργῶν ἕνεκα, τοὺς ἄλλους ἅπαντας οἴκτου ἀξιώσας ἀπέλυσεν κατὰ τῶν Βοσποριανῶν ἀπελθεῖν, οἵτινες ἀπολυθέντες ὑπὸ τοῦ Φαρνάκου, ὑπὲρ τῆς τοιαύτης εὐεργεσίας καὶ φιλανθρωπίας αὐτοῦ τῆς εἰς αὐτοὺς γενομένης στήλην αὐτῷ ἤγειραν ἐν τῇ Βοσπόρῳ. Ἔκτοτε οὖν λοιπὸν ἡ τῶν Σαυρομάτων ἐν τῇ Βοσπόρῳ βασιλεία κατελύθη. Τούτων δὲ οὕτως γενομένων, Λαμάχου στεφανηφοροῦντος καὶ πρωτεύοντος τῆς τῶν Χερσωνιτῶν, Ἀσάνδρου δὲ τῆς Βοσποριανῶν βασιλεύοντος, κακίᾳ πολλῇ μεμεστωμένοι οἱ Βοσποριανοὶ κατὰ τῶν Χερσωνιτῶν καὶ μηδαμῶς δυνάμενοι τῇ πονηρίᾳ ἠρεμεῖν, ἔσπευδον ἀεὶ τρόπῳ τινὶ τὴν ἀνταμοιβὴν τῶν αἰχμαλωσιῶν τοῖς Χερσωνίταις ἀποδοῦναι. Καὶ δὴ μεμαθηκότες ἔχειν θυγατέρα μονογενῆ τὴν Γυκίαν, ἔχοντος δὲ καὶ τοῦ Ἀσάνδρου υἱούς, ἐμηχανῶντο ἐπιγαμβρείαν ποιήσασθαι, ὅπως διὰ τούτου ἀδεῶς ἐπιβαίνοντες