1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

65

νεσθαι χρὴ ὡς Θεῷ ἀνακειμένων. Ἀλλὰ μὴν καὶ τῶν πενήτων, ὦ ἐπίσκοπε, μνημόνευε καὶ αὐτοῖς χεῖρα ὀρέγων ἐπικουρίας καὶ πρόνοιαν αὐτῶν ποιούμενος, ὡς Θεοῦ οἰκο νόμος εὐκαίρως ἑκάστῳ διανέμων τὰ πρόσφορα, χήραις καὶ ὀρφανοῖς καὶ ἀπεριστάτοις καὶ τοῖς ἐν θλίψει ἐξεταζομένοις. Τί γὰρ εἴ τινες μή εἰσιν χῆραι ἢ χῆροι, βοηθείας δὲ χρῄζουσιν διὰ πενίαν ἢ διὰ νόσον ἢ διὰ τεκνοτροφίαν; Πάντας σε δεῖ ἐφορᾶν καὶ πάντων ἐπιμελεῖσθαι. Oἱ γὰρ τὰ δόματα διδόντες οὐκ αὐτοσχεδίως αὐτὰ διδόασιν ταῖς χήραις, ἀλλὰ συνεισφέρουσιν ἁπλῶς, ἑκούσια αὐτὰ ὀνομά ζοντες, ὅπως σύ, ἐπιστάμενος τοὺς θλιβομένους, ἀκριβῶς ὡς ἀγαθὸς οἰκονόμος μερίζῃς αὐτοῖς ἐκ τοῦ δόματος· ὁ γὰρ θεὸς γινώσκει τὸν δεδωκότα, κἂν ἀπόντος αὐτοῦ ὑπὸ σοῦ τοῖς δεομένοις μερίζηται· καὶ αὐτὸς μὲν ἔχει τὸν τῆς εὐποιΐας μισθόν, σὺ δὲ τὸν τῆς εὐσυνειδήτου οἰκονομίας μακαρισμόν. Λέγε δὲ αὐτοῖς καί, τίς ὁ δεδωκώς, ἵνα καὶ ἐξ ὀνόματος ὑπὲρ αὐτοῦ προσεύχωνται. Χρὴ γὰρ εὖ ποιεῖν πάντας ἀνθρώπους, μὴ φιλοκρινοῦντα τοῦτον ὅστις ᾖ ἢ ἐκεῖνον· ὁ γὰρ Κύριός φησι· «Παντὶ τῷ αἰτοῦντί σε δίδου.» ∆ῆλον δὲ ὡς τῷ χρῄζοντι κατὰ ἀλήθειαν, κἂν φίλος ᾖ κἂν ἐχθρός, κἂν συγγενὴς κἂν ἀλλότριος, κἂν ἄγαμος κἂν γεγαμηκὼς ὑπάρχῃ. Ἐν πάσῃ γὰρ γραφῇ ὁ Κύριος περὶ τῶν πενήτων παραινεῖ, λέγων διὰ μὲν Ἡσαΐου· «∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ.» Καὶ διὰ τοῦ ∆ανιὴλ λέγει τῷ δυνάστῃ· «∆ιό, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων.» Καὶ διὰ Σολο μῶνός φησιν· «Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Καὶ διὰ τοῦ ∆αυὶδ πάλιν λέγει· «Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.» Καὶ πάλιν· «Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Καὶ ὁ Σολομών φησιν· «Ὁ ἐλεῶν πτωχὸν Κυρίῳ δανείζει, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ.» Καὶ ἑξῆς· «Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι τοῦ πένητος, καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ.» Ὑπαρχέτω δὲ πᾶσα χήρα πραεῖα, ἥσυχος, ἐπιεικής, ἄκακος, ἀόργητος, μὴ πολύλαλος, μὴ κραύγασος, μὴ πρό γλωσσος, μὴ κατάλαλος, μὴ λεξίθηρος, μὴ δισσόλογος, μὴ φιλοπράγμων· βλέπουσά τι σκολιὸν ἢ καὶ ἀκούουσα γινό