Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·" πέπτωκεν ἡ τῶν Ἰουδαίων ὀφρὺς, εἰς γῆν κατηνέχθη τὸ φρό νημα, καὶ οὐκ ἐπέχαρον αὐτῷ, οὔτε μὴν ἴσχυσαν εἰπεῖν· "Κατεπίομεν αὐτόν." Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. (B f. 120) Οὐδὲν ἧττον τῶν ἐννοιῶν ἡ δύναμις κατὰ παντὸς ὁτουοῦν ἔρχεται τοῦ θέλοντος αὐτοῦ τὴν 69.912 δικαιοσύνην, καὶ τὴν πρὸς αὐτὸν ἀγαπῶντες εἰρήνην· οἷς καὶ ἀγαλλίασιν καὶ εὐφροσύνην δοθῆναι βούλεται, χορηγουμένην δηλονότι δι' αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Γέγραπται γὰρ περὶ δικαίου παντός· "Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλή ψεται αὐτούς." Πλὴν ὁποία τίς ἐστιν ἡ δικαιοσύνη περὶ ἧς νῦν ὁ λόγος αὐτῷ, ζητητέον. Ἐδόκει μὲν γὰρ ὁ δι' ἀγγέλων τοῖς ἀρχαιοτέροις λαληθεὶς νόμος, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, διδάσκαλος ἡμῖν δικαιοσύνης, πλὴν οὐ τῆς τελεωτέρας. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος οὐκ ἄμεμπτον εἶναί φησιν αὐτὴν δευτέρας τύπον, τῆς ἐν Χριστῷ δηλονότι, ἣ διά γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσφέρεται, καὶ ἔστιν τελεωτάτη. Ταύτην οὖν ἄρα τὴν δικαιοσύνην οἱ θέ λοντες ἀγαλλιάσαιντο, φησὶν, καὶ εὐφρανθήτωσαν. Οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. (B f. 120 b) Εἰ μὲν ἐξ αἵματος Ἰσραὴλ τίοιντό τινες τὴν πρὸς αὐτὸν εἰρήνην, οὗτοι τοὺς τύπους ἀπολελοιπότες καὶ τὰς ἐν τῷ νόμῳ σκιὰς, μετακεχω ρήκασιν εἰς ἀλήθειαν, ἤτις ἐστὶν ἡ δικαιοσύνη. Τοῦτο διδάσκει λέγων ὁ ἱερώτατος Παῦλος· "Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." Εἰ δὲ ἐξ ἐθνῶν νοοῖντο τυχὸν οἱ κεκλημένοι διὰ τῆς πίστεως, καί τοι τὴν εἰρήνην ἠσπάσαντο τὴν πρός γε μὴν, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὴν διιστῶσαν αὐτοῦ ἀπάτην διαπηδήσαντες καὶ καταλύ σαντες τὴν ἔχθραν, καὶ ἐκ μέσου ποιήσαντες τὸ μεσο λαβοῦν, οἷς καὶ ὁ πάνσοφος Παῦλος προσπεφώνηκεν λέγων· "∆ικαιωθέντες οὖν ἐκ πίστεως." Εἰ δὲ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστὸς, ταρασσέσθω μηδεὶς, ἐννοήσας ὅτι μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὢν ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. (B f. 120 b) Ἄθρει δή μοι πάλιν ἐν τούτοις τὸ τῆς ἀνθρωπότητος πρόσωπον εὖ μάλα διαμορφούμενον ἐν Χριστῷ. Ἐπειδὴ γὰρ γέγονεν καθ' ἡμᾶς, ταύτῃ τοι καὶ σφόδρα εἰκότως ὡς μέτροις ἐμβεβηκὼς τοῖς δου λοπρεπέσιν, ἀνθρωπίνην δικαιοσύνην πληροῦν ἐπαγ γέλλεται. Ἔργον δὲ δικαιοσύνης τῆς καθ' ἡμᾶς τὸ μελέτην ποιεῖσθαι καὶ τοῦτο διηνεκῆ τῷ Θεῷ πρέ πουσαν καὶ ὀφειλομένην δοξολογίαν. -Ἐπαγγέλλεται Χριστὸς καὶ καθάπερ τινὰ θυσίαν πνευματι κὴν ἀνακομίζειν τῷ Πατρὶ τὴν δοξολογίαν, κατὰ πᾶ σαν ἡμέραν τὸν ἔπαινον αὐτοῦ. Καί τοι τοῖς ἐξ αἵ ματος Ἰσραὴλ, εἰ τελεῖν ἕλοιντο χαριστήρια, βουθυ τὴν ἐκέλευεν ἡ τοῦ νόμου σκιὰ, ἢ μηλοσφαγίαις κεχρῆσθαι τυχὸν, ἢ τρυγόνας προσάγειν, ἢ δύο νεοττοὺς περιστερῶν, λάγανά τε καὶ σεμίδαλιν ἐλαιόδευτον· ἀλλ' οὐκ ἐν Χριστῷ τοὺς τύπους ἔδει κρατοῦντας ὁρᾶσθαι.
ΨΑΛΜΟΣ ΛΕʹ.
Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου τῷ ∆αβίδ. (A f. 186, C f. 74 b) Καὶ οὕτω μὲν
ἱστορικώτερον, 69.913 ὑψηλότερον δὲ κατηγορίαν ὁ ψαλμὸς περιέχει τῆς ὑπερηφανίας τοῦ λαοῦ Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον, καὶ μὴν ὑμνολογίαν τῶν δικαίων κριμάτων, δι' ὧν ἔσωσε τὴν ὑπ' οὐρανὸν ὁ Κύριος· πρὸς δὲ τού τοις εὐχαριστίαν πρὸς τὸν Πατέρα ὑπὲρ ὧν εὐηργέ τησε διὰ τοῦ Υἱοῦ· ἐφ' ἅπασι δὲ τούτοις εὐχὴν ἀσφα λιζομένην τοῦ μὴ πεσεῖν εἰς ὑπερηφανίαν. Τὸ μὲν οὖν εἰς τέλος, ὅ τί ποτέ ἐστι, πολλάκις εἴρηται, καὶ φορτικὸν ἴσως τὸ ταυτολογεῖν. Τό γε μὴν ἐπιγε