Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
αὐτὸν ἕξει τὸν ἐπαμύνοντα καὶ διασώζοντα πανταχῆ. Ἄφυπνος δὲ γεγονὼς, οὐκ ἐν μετρίοις ἦν θαύμασιν ὁ θεσπέσιος Ἰακὼβ, καὶ δὴ καὶ ἔφασκεν, ὅτι, Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Ἀλλὰ τί ἂν βούλοιτο διὰ τούτου δηλοῦν, πῶς οὐκ ἄξιον ἰδεῖν; Μικρὰς κομιδῆ τὰς δόξας περὶ Θεοῦ ἐν τοῖς ἀρχαιοτέροις εὑρήσομεν. Ὤοντο γὰρ ὅτι τὴν μὲν ἄλλην ἅπασαν γῆν ἠφίει τὸ θεῖον, συνεστέλλετο δὲ ὥσπερ εἰς μόνην ἐκείνην, εἰς ἣν καὶ κέκληνται παρ' αὐτοῦ τὰ οἴκοι μεθέντες, καὶ τῆς Χαλδαίων ἀπαίροντες. Ἐπειδὴ γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ τὴν πολύθεον νοσοῦντες πλάνησιν, ἑκάστῳ τῶν δαιμονίων ἰδικὴν ὥσπερ τινὰ νέμοντες χώραν, καὶ μονονουχὶ τυράννους ἱστάντες τοὺς κατὰ πόλιν προσκυνουμένους, οὐχὶ πάντας δύνασθαι πανταχῆ καὶ τιμᾶσθαι δεῖν ὑπελάμβανον. Τοιγάρτοι καὶ οἱ μακάριοι πατριάρχαι ἄρτι τῶν τῆς εἰδωλολατρείας ἠθῶν, καὶ πολυθέου πλάνης ἀπηλλαγμένοι, καὶ Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἀναπεπεισμένοι προσκυνεῖν, οὐκ ἐν πάσῃ γῇ καὶ ἐν παντὶ τόπῳ, παρεῖναί τέ σφισι καὶ ἐπαμύνειν ᾤοντο, μικρὰ κομιδῇ φρονοῦντες ἔτι. Παιδεύεται τοίνυν ὁ μακάριος Ἰακὼβ καὶ τῆς ἀποδημίας ἐπλούτει καρπὸν, τὸ λεῖπον ἐν πίστει. Ἐμάνθανε γὰρ ὡς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ τὸ θεῖόν ἐστι. Καὶ κατοικεῖ μὲν ἐν οὐρανῷ, περιέπει δὲ τὴν σύμπασαν γῆν, καὶ πεπλήρωκε τὴν οἰκουμένην, καὶ ὑπ' αὐτῷ πάντα ἐστὶ, τὰ ἐν οὐρανῷ πνεύματα, ἃ ἄνω τε καὶ κάτω διαθεῖν προστάττονται, καὶ αὐτὸν ἔχουσι κεφαλὴν καὶ ἐφεστηκότα. ∆ιὰ τοῦτο τεθαύμακε λέγων ὅτι, Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Οἰηθεὶς δὲ τὸν λίθον τῶν ὀνειράτων αὐτῶν γενέσθαι παραίτιον, καὶ αὐτὸν τοῖς ἐνοῦσιν ἐτίμα, καταπιαίνων ἐλαίῳ. Καὶ μὴν Οἶκον ἐκάλει Θεοῦ, καὶ πύλην τοῦ οὐρανοῦ τὸν χῶρον, καὶ ἀνεστήλου τὸν λίθον. δʹ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν παχυτέραις ἀφηγήσεσιν εἰρήσθω πάλιν. Καταψιλοῦν γὰρ ἔδει, τῆς ἱστορίας τὸ ἄναντες εἶναι δοκοῦν. Μεθιστάντες δὲ ἤδη πρὸς θεωρίαν πνευματικὴν τὸ προκείμενον, πάλιν ἐκεῖνό φαμεν, ὅτι τὰς τῶν φονώντων ὀργὰς, φημὶ δὴ τῶν Ἰουδαίων, ὁ νέος καὶ ἐν πίστει λαὸς, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις νοούμενος, ὑποτρέχειν μὲν ἠπείγετο καὶ παραιτεῖσθαι λίαν. Ἀπαίρων δὲ ὥσπερ ἀπὸ πόλεως εἰς πόλιν, τὰς ἐξ ἐθνῶν ἀγέλας ἐμνηστεύετο, καὶ συλλέγειν ὥσπερ εἰς ἑαυτὸν διὰ τῆς ἐν πνεύματι καὶ νοητῆς κοινωνίας, ἐπεθύμει λίαν. Καθάπερ ἀμέλει καὶ Ἰακὼβ ἐπὶ τὰς τοῦ Λάβαν ἠπείγετο θυγατέρας, ἐκδειματοῦντος Ἡσαῦ, καὶ φονᾷν ἀγρίως ἐπικεχειρηκότος. Ἐπειδὴ δὲ ὁ ἐν πίστει λαὸς ἐπανεπαύσατο τῷ Χριστῷ, ὅς ἐστι λίθος ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος· τοῦτο γὰρ, οἶμαι, 69.189 ἔστι τὸ ἐφυπνοῦν τῷ λίθῳ· μεμαθήκαμεν, ὅτι μόνοι μὲν εἰς γῆν οὐκ ἔσονται, συλλήπτορας δὲ καὶ ἐπαρωγοὺς τοὺς ἁγίους ἕξουσιν ἀγγέλους, ἄνω τε καὶ κάτω διαθέοντας. Ἔφη γάρ που Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Τοῦτο, οἶμαι, ἔστιν ἡ κλίμαξ, ἡ ἄνω τε καὶ κάτω τῶν ἁγίων πνευμάτων διαδρομὴ, πεμπομένων εἰς διακονίαν, διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν. Ἐπεστήρικτο δὲ τῇ κλίμακι Χριστὸς, ὡς μέχρις αὐτοῦ φθανόντων τῶν ἁγίων πνευμάτων, καὶ αὐτὸν ἐχόντων τὸν ἐπιστάτην· οὐχ ὡς ὄντα κατ' αὐτὰ, ἀλλ' ὡς Θεὸν καὶ Κύριον. Ἔφη δέ που καὶ ὁ ∆αβὶδ ἀνθρώπῳ παντὶ τῷ κατοικεῖν ἑλομένῳ ἐν βοηθείᾳ τοῦ Ὑψίστου, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Πεπατήκαμεν γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, Χριστοῦ διδόντος τὴν ἐξουσίαν. Ἄξιοι δὴ οὖν καὶ θεοπτίας οἱ ἐν Χριστῷ, καὶ τοῦ διακεῖσθαι τεθαῤῥηκότως ὅτι καὶ συνέσται καὶ ἐπαμυνεῖ, καὶ διασώσει πανταχοῦ, καὶ ἐγκάρπους ἀποφανεῖ. Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ' ἡμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ὅτι δὲ καὶ πεπλουτήκασιν οἱ