65
καὶ σπουδὴν καὶ προθυμίαν, ἐξ αὐτῶν ἔσται τῶν ἔργων 1.185 τὴν ἀπόδειξιν παραλαβεῖν. ἀνδρίᾳ μὲν γὰρ καὶ συνέσει καὶ ἐμπειρίᾳ τῇ πρὸς τοὺς πολέμους πολλοῖς ἂν ὑμῶν συγχωρήσαιμι τὸ πλέον ἔχειν· τῇ προθυμίᾳ δὲ τῇ κατὰ τὰ ἔργα καὶ τῷ ὑπὲρ τῆς τῶν ὁμοφύλων ὠφελείας καὶ τῆς βασιλέων τῶν ἡμετέρων τιμῆς καὶ ἡμῶν αὐτῶν εὐδοξίας καὶ χρήματα καὶ οἰκέτας καὶ αὐτὸ τὸ σῶμα ἐπιδοῦναι, οὐδενὸς εἶναι δεύτερος ἀξιῶ. ὡς οὖν οὐχ ὑπὲρ εὐδοξίας μόνον, ἀλλὰ καὶ τῆς εἰσέπειτα ἀσφαλείας βουλευόμενοι, οὕτω καὶ ψηφισώμεθα καὶ ἁψώμεθα τοῦ πολέμου· καὶ μὴ χείρους φαινώμεθα τῶν προγόνων, οἳ μετὰ πόνων καὶ κινδύνων τὸ μὴ ὑπὸ τῶν τοιούτων περιφρονεῖσθαι παρέδοσαν ἡμῖν· ἀλλὰ πολὺ φοβερώτερον νομίζωμεν τὴν οὖσαν εὐδοξίαν ἀπραγμοσύνῃ ἂν ἀφαιρεθῆναι, ἢ κτώμενοι ἀτυχῆσαι.» Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπεν. ὁ πρωτοστράτωρ δὲ μετ' αὐτὸν «μὴ νομίζετε» εἶπεν «ὦ παρόντες, τὸν μέγαν δομέστικον μόνον τοιαῦτα καὶ βουλεύεσθαι καὶ προθυμεῖσθαι, ἀλλὰ καὶ ἡμῖν ἅπασι ταῦτα συνδοκεῖν· καὶ μὴ ἂν τὰ ἡμέτερα ὀρθωθῆναι, εἰ μὴ καὶ σπουδὴν καὶ τόλμαν ἀξίαν καὶ τῆς τῶν προγόνων καὶ ἡμῶν αὐτῶν ἀναλάβωμεν εὐδοξίας.» τὰ ἴσα δὲ καὶ οἱ τῷ νέῳ βασιλεῖ συνόντες συνεπεψηφίσαντο πάντες. τοῖς δ' ἐν Βυζαντίῳ τῷ πρεσβυτέρῳ συνοῦσι βασιλεῖ ἀναγκαῖα μὲν οὐκ ἐδόκει τὰ εἰρημένα· οὐ μέντοι καὶ ὡς ἀλυσιτελῆ ἐτόλμησαν φανερῶς ἀντειπεῖν, ἀλλὰ πολλὰ ἐφεξῆς συνείραντες, ἐξ ὧν κατεσκεύαζον ἀδήλως, ὡς δεῖ τὴν ἀπραγμοσύνην μᾶλλον αἱρεῖσθαι, ἀνέστησαν ἀσύμ 1.186 φωνοι ταῖς γνώμαις, τὸ μὲν δοκεῖν, ἐξ ἀποριῶν τινων εἰς ἀμηχανίαν καθιστάμενοι, τὸ δ' ἀληθὲς, οὐχ ἃ τῷ κοινῷ λυσιτελεῖ, ἀλλ' ἃ αὐτοῖς ἰδίᾳ διαφέρει σκοποῦντες. ἐπηκροῶντο δὲ καὶ οἱ βασιλεῖς ἔνδοθεν τῶν λεγομένων, ὄντες οὐ μακράν. βασιλεὺς μὲν οὖν ὁ νέος ἐφθέγξατο οὐδέν· ὁ δέ γε πρεσβύτερος τῶν μὲν αὐτῷ συνόντων ἀνανδρίαν τε πολλὴν κατεγίνωσκε καὶ ἀβουλίαν, τοὺς δὲ τῷ ἐγγόνῳ συνόντας ἐθαύμαζε τῆς εὐβουλίας, καὶ τῆς ὑπὲρ τοῦ κοινῇ συμφέροντος σπουδῆς ἐπῄνει· μάλιστα δὲ τὸν μέγαν δομέστικον συνετῶς ἄγαν καὶ καιρίως βεβουλευμένον, καὶ ἀκριβεῖς ἔλεγεν αὐτῷ τοῦ πρὸς μητρὸς πάππου χαρακτῆρας ἐνορᾷν, ὃς οὕτως ἦν τά τε δέοντα συνεῖναι ὀξὺς καὶ ἑρμηνεῦσαι ταῦτα ἱκανὸς καὶ καταπράξασθαι δραστηριώτατος· «ὡς παρ' ἐμοὶ κριτῇ, εἴγε ἐτελεύτων ἐξ ὀσφύος οὐκ ἔχων διάδοχον τῆς βασιλείας καταλιπεῖν, ἐκεῖνον ἂν συνεβούλευσα Ῥωμαίοις προστήσασθαι ἑαυτῶν.» οὕτω μὲν ὁ βασιλεὺς τῶν μὲν κατέγνω, τοὺς ἑτέρους δὲ ἠξίωσεν ἐπαίνων. αὐτὸς δ' ὅ,τι χρὴ πράττειν ἅμα τῷ νέῳ βασιλεῖ περὶ τοῦ προκειμένου ἐβουλεύοντο πολέμου. ἐξετάζοντες δὲ τὸν λόγον, ὃν πρὸς βασιλέα τὸν νέον ὁ βασιλεὺς Μυσῶν μεμήνυκε Μιχαὴλ, ὡς εἴσω ὀλίγου χρόνου διὰ τὴν ἐσομένην αὐτοῖς φιλίαν συστρατευόμενοι πρὸς τοὺς ἑτέρωθί που μαχοῦνται πολεμίους, καὶ μηδὲν ἕτερον στοχάζεσθαι δυνάμενοι, ἢ ὅτι Μιχαὴλ τὴν βασιλέως ἀδελφὴν, ἣ τῷ προβεβασιλευκότι Μυσῶν συνῴκει, βούλεται γυναῖκα ἀγαγέσθαι, ἐπεψηφίζοντο τὸν μὲν βασιλέα τὸν νέον ἐξελθόντα Βυ 1.187 ζαντίου, στρατιὰν συναθροίζειν ὡς ἐς τὴν Μυσίαν ἐσβαλοῦντα. εἰ μὲν οὖν ἐν ταῖς ἡμέραις τῆς παρασκευῆς ὁ τῶν Μυσῶν πρεσβείαν πέμψας βασιλεὺς χωροίη πρὸς σπονδὰς ἐπὶ τῷ τὴν βασιλέως γῆμαι ἀδελφὴν, τὴν στρατιὰν πάλιν κατὰ πόλεις διαλυθῆναι· εἰ δὲ μὴ ἐπικηρυκεύοιτο, εἰς τὴν Μυσίαν ἐσβαλεῖν. ἐπὶ τούτοις μὲν οὖν ὁ νέος βασιλεὺς ἐξῆλθε τοῦ Βυζαντίου καὶ συνήθροιζε τὴν στρατιάν. λθʹ. Μεταξὺ δὲ συναθροιζομένου, ἐκ Μυσῶν βασιλέως ἀφίκοντο πρὸς βασιλέα τὸν νέον πρέσβεις, ὁ Γρίδος καὶ ὁ Πάντζος, λέγοντες ὡς ὁ βασιλεὺς αὐτῶν βασιλεῦσι Ῥωμαίων ἐθέλων εἶναι φίλος, τὴν βασιλέως ἔγημεν ἀδελφὴν, ἣ τῷ πρὸ αὐτοῦ βεβασιλευκότι Μυσῶν συνῴκει, καὶ τὰ νενομισμένα ἐτελέσθησαν ἐπὶ τοῖς γάμοις. προσήκειν οὖν τὰς μὲν διαφορὰς ἁπάσας καὶ προφάσεις τοῦ πολέμου ἐκποδὼν γενέσθαι· αὐτοὺς δὲ εἰρηνικὰς θεμένους σπονδὰς, τὸν ἐς ἀεὶ χρόνον ἀναμίγνυσθαι Ῥωμαίους Μυσοῖς καὶ μηδὲν ἀλλήλους ἀδικεῖν, ἀλλ' ὥσπερ ὑπὸ μίαν ἡγεμονίαν πάντας τελεῖν. ἀσμένως δὲ αὐτοὺς δεξάμενος ὁ βασιλεὺς καὶ