65
συνεβούλευεν ἐλευθερῶσαι αὐτούς· οἱ δὲ πεισθέντες ἀφῆκαν τοὺς αἰχμαλώτους. Αχαζ δὲ τὸν ̓Ασσυρίων βασιλέα ἠξίου συμμαχῆσαι αὐτῷ κατὰ τῶν Σύρων καὶ τῶν ̓Ισραηλιτῶν. ὁ δ' ηκε καὶ τήν τε χώραν τῶν Σύρων ἐπόρθησε καὶ τὴν ∆αμασκὸν ειλε καὶ τὸν ̔Ραασὼν ἀνεῖλε καὶ τὴν τῶν ̓Ισραηλιτῶν χώραν καταδραμὼν πλείστους αἰχμαλώτους ἀπήγαγεν. ὁ δὲ Αχαζ ἀμοιβὴν ὑπὲρ τούτων τῷ Θαιγλαφαλασὰρ τούς τε βασιλικοὺς δέδωκε θησαυροὺς καὶ οσα τῷ ἱερῷ ἐναπέκειντο. εἰς τοσοῦτον δ' ἠσέβησεν ὡς μὴ μόνον τοὺς τῶν ἀλλοφύλων σέβειν θεούς, ἀλλὰ καὶ τὸν ναὸν ἀποκλεῖσαι καὶ συλῆσαι τὰ αὐτοῦ ἀναθήματα. ουτω δὲ βιοὺς ἐτελεύτησεν εξ καὶ τριάκοντα ζήσας ετη, βασιλεύσας δ' ἑξκαίδεκα, ̓Εζεκίᾳ τῷ υἱῷ τὴν βασιλείαν λιπών. συνέβη δὲ καὶ τῶν ̓Ισραηλιτῶν βασιλέα τότε θανεῖν κατ' ἐπιβουλὴν ̓Ωσηέ. καὶ ουτος δὲ πονηρὸς ην· διὸ καὶ στρατεύσαντος κατ' αὐτοῦ τοῦ τῶν ̓Ασσυρίων βασιλέως Σαλμανασὰρ ἐδουλώθη αὐτῷ, φόρους τελεῖν ἐτησίως ἐπιταχθείς. ̓Εζεκίας δὲ εὐσεβὴς ων καὶ δίκαιος, ἐκκλησιάσας τοὺς ἱερεῖς καὶ Λευίτας ἀνοῖξαι τὸ ἱερὸν ἐνετείλατο καὶ θύειν ὡς νόμος αὐτοῖς, καὶ τὸν λαὸν μηδὲν τῆς τοῦ θείου τιμῆς ἐκέλευε προτιμᾶν. εστειλε μέντοι καὶ πρὸς πᾶσαν τὴν χώραν μετακαλούμενος απαντας τὴν τῶν ἀζύμων ἑορτὴν ἑορτάσοντας, ἐπὶ μακρὸν μὴ τελεσθεῖσαν διὰ τὰς τῶν κρατούντων παρανομίας. καὶ τοῖς ̓Ισραηλίταις προυτρέπετο τὸν πατρῷον σέβειν θεὸν κατὰ τὴν πάλαι συνήθειαν. οἱ δὲ οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς προφήτας ταὐτὰ παραινοῦντας ἐφόνευσαν. τινὲς δὲ πεισθέντες μετηνέχθησαν εἰς εὐσέβειαν καὶ εἰς ̔Ιερουσαλὴμ συνέδραμον εἰς 1.164 προσκύνησιν τοῦ θεοῦ. καὶ ὁ βασιλεὺς ̓Εζεκίας μετὰ τῶν ἡγεμόνων τοῦ λαοῦ ἀπελθὼν εἰς τὸ ἱερόν, εθυσε διὰ τῶν ἱερέων θυσίας πολυτελεῖς, καὶ τῷ λαῷ μετέδωκε ζῴων πρὸς εὐωχίαν πολλῶν, καὶ τοῖς ἱερεῦσιν ἐξελθεῖν εἰς τὴν χώραν καὶ ἁγνίσαι αὐτὴν ἐνετείλατο. ειτα κατὰ τῶν ἀλλοφύλων πόλεμον ηρε καὶ πόλεις ειλεν αὐτῶν. ̔Ο δὲ τῶν ̓Ισραηλιτῶν βασιλεὺς ̓Ωσηὲ εἰς συμμαχίαν προσεκαλέσατο Σωβὰ τὸν βασιλέα Αἰγύπτου κατὰ τῶν ̓Ασσυρίων. ο γνοὺς Σαλμανασὰρ ὠργίσθη· καὶ ἐπὶ τρισὶν ετεσιν ἐπολιόρκησε τὴν Σαμάρειαν, καὶ κατέσχε τὴν πόλιν καὶ τὴν βασιλείαν ἠφάνισε, καὶ τὸν λαὸν αἰχμαλωτίσας μετῴκισεν εἰς τὴν ἰδίαν χώραν, καὶ αὐτὸν τὸν βασιλέα τῶν ̓Ισραηλιτῶν ̓Ωσηέ. καὶ μεταναστεύσας ἐκ τῆς οἰκείας χώρας ετερα εθνη ἀπό τινος τόπου Χούθου καλουμένου μετῴκισεν εἰς Σαμάρειαν καὶ εἰς τὴν χώραν αὐτῆς. μετήχθησαν ουν αἱ δέκα φυλαὶ τῶν ̓Ισραηλιτῶν μετὰ ἐνακόσια τεσσαράκοντα ἑπτὰ ετη ἐξ οτου τὴν Αιγυπτον λιπόντες ἐξήλθοσαν, μετὰ δὲ διακόσια τεσσαράκοντα καὶ μῆνας ἑπτὰ ἐξ οτου καταλιπόντες τὸν ̔Ροβοὰμ ειλοντο ἑαυτοῖς εἰς βασιλέα τὸν ̔Ιεροβοάμ. οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν, Χουθαῖοι καλούμενοι ἐκ τοῦ τόπου ἐν ῳ κατῴκουν τὸ πρὶν ἐν Περσίδι, πέντε οντες εθνη, τοὺς ἰδίους θεοὺς καὶ αυθις ἐθρήσκευον. ὡς μὲν ουν ἡ τετάρτη τῶν Βασιλειῶν λέγει, λέοντας ἐξήγειρεν ὁ θεὸς καὶ διέφθειρε πολλοὺς ἐξ αὐτῶν· ὡς δὲ ̓Ιώσηπος ἱστορεῖ, λοιμὸς αὐτοῖς ἐνέσκηψε. γνόντες δὲ κατ' ὀργὴν τοῦ θεοῦ ἐπιέναι αὐτοῖς τὰ κακά, τοῦ σφετέρου βασιλέως ἐδέοντο ἱερεῖς στεῖλαι αὐτοῖς ἐκ τῶν ̓Ισραηλιτῶν, ιν' αὐτοὺς τὴν τῶν ̔Εβραίων θρησκείαν μυήσωσιν· ου 1.165 γενομένου ἐπαύσατο ἡ φθορά. καλοῦνται δὲ παρὰ μὲν τῶν ̔Εβραίων Χουθαῖοι, πρὸς δὲ τῶν ̔Ελλήνων Σαμαρεῖται. ̓Εν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ετει τῆς βασιλείας ̓Εζεκίου τοῦ τῆς ̔Ιερουσαλὴμ βασιλέως ὁ τῶν ̓Ασσυρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ ̓Ιουδαίᾳ καὶ πάσας ειλε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ ̓Εζεκίας περὶ τῇ ̔Ιερουσαλήμ, διαπέμπεται πρὸς αὐτὸν ὑπισχνούμενος διδόναι φόρον ον αν ἐπενέγκοι. Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυσοῦ δὲ τριάκοντα ῃτησε, καὶ πίστεις ἐνωμότους παρέσχεν η μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπ' Αἰγυπτίους ωρμησε καὶ Αἰθίοπας, τὸν δ' ἀρχιστράτηγον αὐτοῦ ̔Ραψάκην σὺν δυσὶ στρατηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν ̔Ιερουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν