65
παρὰ τὴν βορὰν καὶ τὸ ιζειν, ο ἐστι κατανεύειν, ωστε κυρίως ἀπὸ βορᾶς νυστάζειν. οἱ δὲ παρὰ τὸ ˉρˉι ἐπιτατικὸν μόριον. βαρύνονται γὰρ οἱ ἐν υπνῳ καταφερόμενοι. ̓Αποσαλεύσασ. ἀποφυγὼν ἐκ τοῦ λιμένος, καὶ σάλῳ ὁμιλήσας. ̓Απὸ γὰρ ὀλοῦμαι. τοῦτο ὑπέρβατον λέγεται. ̓Αριστοφάνης· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. ̓Απογενέσθαι. η ὑποστερῆσαι σημαίνει η ἀποθανεῖν. ̓Απογειῶσαι καὶ ἀπογεισσῶσαι. τὸ ἀποθεμελιῶσαι. alpha.263 ̓Απογνούσ. ἀπελπίσας. ουτως ∆ημοσθένης. ∆είναρχος δὲ, ἀντὶ τοῦ ἀποψηφισάμενος. ̓Απογράψαι. τὸ γράψαι καὶ τὸ ὑπογράψασθαι, καὶ οιον σημειώσασθαι δηλοῖ. ̓Αποδέχομαι. ὁμολογῶ. ̓Αποδιατρίψουσιν. ἐγχρονίσουσιν, χρονοτριβήσουσιν. ̓Αποδυσπετεῖ. ἀποδύρεται. δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται. ̓Αποζῇν. τὸ εὐτελῶς ζῇν. ζῇν δὲ, τὸ μετὰ τρυφῆς καὶ πολυτελείας. τοσαῦτα ἀγαπῶν κεκτῆσθαι, οσα ἀποζῇν ἀπ' αὐτῶν. ἀντὶ τοῦ μέτρια. ̓Αποθρέξεισ. συναποτροχάσεις. ουτως Πλάτων. ̓Αποθυννίζω. τὸ ἀποπέμπομαι καὶ παραλογίζομαι. ̓Αποκαθεύδουσιν. Ευπολις. ἀποκοιτοῦσιν. ητοι γυναῖκα χωρίζεται ἀνδρὸς, καὶ ἀφίστασθαι. ̓Αποκαθιστῶν. διδοὺς, χαριζόμενος. σὺ εις ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου. ̓Αποκαραδοκῶν. προσδοκῶν, ἐλπίζων. ̓Αποκαταλλάξασ. φιλοποιήσας. ̓Αποκατέστη. ἀπεδόθη. ἀποκατέστη τοῖς περὶ τὸν εβδομον χρόνον τὰ ὀφειλόμενα χρήματα. ̓Αποκεκλήκαμεν. ἀπηγορεύσαμεν. ἀποκεκλήκαμεν μηκέτι τὴν πόλιν διαπερᾷν. alpha.264 ̓Αποκεκρουσμένον. οιον ἀποκεκλασμένον καὶ κεκολοβωμένον καὶ ἠκρωτηριασμένον. ̓Αριστοφάνης· δός μοι κυλίσκιον χεῖλος ἀποκεκρουσμένον. ποτήριον. ̓Αποκείλαντεσ. ἀποκλίναντες. ̓Αποκείραντες καὶ κείραντεσ. ἑκατέρως λέγουσιν. ̓Αποκεῖσθαι πόῤῥω. ἀτιμάζεσθαι. ουτως Κρατῖνος. ̓Αποκακήσαντεσ. ἀφροντιστήσαντες. Ομηρος. παρὰ δὲ Σώφρονι ἀποκακήσαντες. ̓Αποκακήσονται. τὴν λύπην ἀφαιρήσονται. ̓Αποκηρύττοντεσ. ἀντὶ τοῦ πιπράσκοντες. ουτως ∆ημοσθένης καὶ Πλάτων. ̓Αποκινεῖν. τὸ ἀπέρχεσθαι καὶ ἀποτρέχειν. λέγεται δὲ καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρμιζομένων, ἀποκινεῖν ταῖς κώπαις. ̓Αποκοπῆναι λέγεται, οταν ἡ κύων μηκέτι εὑρίσκῃ τὰ ιχνη. ̓Αποκρινεῖται. λέγουσιν μᾶλλον η ἀποκριθήσεται. ̓Απολαβόντεσ. ἐναποκλείσαντες. οἱ δὲ τὴν στρατιὰν αὐλῶσι στενοῖς καὶ δυσεμβόλοις ἀπολαβόντες, ἐς διαλλαγὰς ἐλθεῖν αἰσχρὰς ἠνάγκασαν. alpha.265 ̓Απολακτίζω. καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, τουτέστιν ἀπέλαυσεν. ̓Απολαύειν οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν. ὡς ̓Ισοκράτης· δέδοικα, μή τι κακὸν ἀπολαύσαιμι. ̓Απολαχεῖν. τὸ διανείμασθαι τὰ πατρῷα καὶ αλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν. ̓Αντιφῶν· ὁπόταν ανθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. ̓Απολαχεῖν. ἀντὶ τοῦ διαλαχεῖν. ουτως Λυσίας, ̓Αριστοφάνης καὶ ̓Αντιφῶν. ̓Απολεγόμενοσ. παραιτούμενος. ἀπολεγόμενος τὴν ἀρχήν. ̓Απολέγοντα. ἀποτρέποντα, ἀπαγορεύοντα. γράμματά τε αντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν εγραψεν. ̓Απολιβάξεισ. συντόμως ἀναχωρήσεις. λιβὰς alpha.266 γὰρ ἡ σταγὼν, ης οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. ̓Απολογίσασθαι. τὸ ἐπεξελθεῖν εκαστα. ουτως ∆ημοσθένης. ̓Απολυόμενοσ. ὑπεραπολογούμενος. ὁ δὲ πρεσβείαν διεπέμπετο, ἀπολυόμενος τὰς διαβολάς. ̓Απολύων. τῷ θανάτῳ παραπέμπων. ∆αβίδ· κύριε, ἀπολύων ἀπὸ γῆς, διαμέρισον αὐτούς. ετερος δὲ ἑρμηνεὺς, ἀπὸ ὀλίγων. ̓Αποθανεῖν. ἀποψύχειν. ἡ ἀπὸ πρόθεσις ἐνταῦθα χωρισμὸν δηλοῖ. καθὰ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων. καὶ ἀπέρχεσθαι τὸ χωρίζεσθαι τινὰ ἀπερχόμενον. ̓Αποσκυδμαίνω. σκύζω. γίνεται ἐξ αὐτοῦ ονομα ῥηματικὸν σκύδνος ἡ λοιδορία. η ὡς παρὰ τὸ οζω γίνεται ὀζαίνω, ουτω καὶ παρὰ τὸ σκύζω σκυζαίνω, καὶ τροπῇ τοῦ ˉζ εἰς ˉδ σκυδαίνω, καὶ ἐπενθέσει τοῦ ˉμ σκυδμαίνω. alpha.267 ̓Αποτμήξαντα. ἀποκόψαντα. τμῶ, παράγωγον τμήγω. τὸ δὲ τμῶ ἀπὸ τοῦ τομή. ̓Αποπτανέουσι. *ἀποβλέπουσιν.* πετῶ, πεταίνω, καὶ συγκοπῇ πταίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν