γον, εἰς δήλωσιν τοῦ τίνος ἐστὶν ὁ λόγος, ὡς τὸ Ἐκάθητο ὁ εὐνοῦχος ἐπὶ τοῦ ἅρματος καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν, καὶ πάλιν Τὸ βδέλυγμα, φησί, τῆς ἐρημώσεως τὸ εἰρημένον τῷ προφήτῃ ∆ανιήλ. Ὡσαύτως δὲ καὶ ἡμῖν ἔθος λέγειν· Ἐκτη σάμην τὸν προφήτην Ἱερεμίαν ἢ τὸν ἀπόστολον. Ἐρώτησις ρλε. Eἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ τὴν κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖ σθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ κύριος νομισθήσεται ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμ μανουὴλ τὴν προσηγορίαν δεξάμενος; Oὐδεὶς γὰρ τὸν ἐλθόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προσηγό ρευσεν. Ἀπόκρισις. Eἰ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασι περιέχεται τῶν θείων περὶ Χριστοῦ προῤῥήσεων ἡ ἔκβασις, παραδέδωκε δὲ ἡμῖν αὐτὸν εἶναι τὸν κατὰ θείαν πρόῤῥησιν προορισθέντα τῷ τοῦ Ἐμμανουὴλ καλεῖσθαι ὀνόματι ὁ μακάριος Ματθαῖος, πῶς οὐ καλεῖται τῷ τοῦ Ἐμμανουὴλ ὀνόματι; Oὐ διέλιπε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, μαθοῦσα ἐκ τῆς διδασκαλίας τοῦ ἁγίου εὐαγγελίου, Ἐμμανουὴλ ὀνομάζειν τὸν κύριον. Ἔχομεν δὲ ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ πάσας τὰς λοιπὰς ὀνομασίας τοῦ Χριστοῦ περιεχομένας, εἰ καὶ μὴ πάσαις ἀεὶ κεχρήμεθα. Oὐδὲ γὰρ ἐπειδὴ καλεῖται Ἐμμανουὴλ ἔστι, ἀλλ' ἐπειδὴ ἔστι κα λεῖται. Ἐρώτησις ρλ. Eἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγό ρευται, καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονεῖς ὁ δεσπότης Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται; Ἐν μὲν γὰρ τῷ γάμῳ, διὰ τὸ Τί ἐμοὶ καὶ σοὶ γύναι; τῇ μητρὶ λέγειν, ἐπέ πληξεν. Ἡνίκα δὲ θεάσασθαι αὐτὸν ἡ μήτηρ ἠθέλησε, μη τέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνό μασε. Καὶ πάλιν, ὅτε ἐμακαρίζετο ἡ βαστάσασα αὐτὸν κοιλία καὶ οἱ μαστοὶ οὓς ἐθήλασε, τοὺς ποιοῦντας τὸ θέλημα τοῦ θεοῦ αὐτὸς ἐμακάριζεν. Ἅπερ ἅπαντα ἐφ' ὕβρει τῆς μητρὸς παρ' αὐτοῦ νομίζονται λέγεσθαι, διότι, τῆς μητρὸς αὐτοῦ ὀνομασθείσης καὶ μακαρισθείσης, κατὰ ἀντιδιαστολὴν αὐτῆς ὑπ' αὐτοῦ ἐμακαρίσθησαν ἕτεροι. Ἡ δὲ ἀντιδιαστολὴ δῆλον ὅτι ἐπ' ἐναντίων πραγμάτων λαμβάνεται. Ἄλλως τε εἰ τὴν ἁγίαν παρθένον εἰς τὴν τοσαύτης οἰκονομίας ὑπουργίαν ἐκλέ λεκται, πῶς ἀναξία μακαρισμοῦ κατὰ τὰ προλεχθέντα ἡ παρ θένος νενόμισται; Eἰ δὲ τὰ ·ηθέντα ἐναντίως ἔχει πρὸς ἄλ ληλα, πῶς τὰ ἀλλήλοις ἐναντία τὴν παρ' ἀλλήλων οὐ λαμ βάνει κατάλυσιν; Ἀπόκρισις. Τὸ Τί ἐμοὶ καὶ σοὶ γύναι; οὐ πρὸς ἐπίπληξιν εἴρηται τῇ μητρὶ ὑπὸ τοῦ σωτῆρος, ἀλλὰ πρὸς ἔνδειξιν τοῦ μὴ ἡμᾶς, φησίν, εἶναι τοὺς ἀναδεδεγμένους τοῦ ἐν τῷ γάμῳ ἀναλισκο