1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

65

ὑπὸ θεοῦ βιασθέντι. Αὐτὸν οὖν τὸν πεσόντα νικητὴν ἀναδεῖξαι βουληθεὶς ὁ συμπαθὴς θεὸς καὶ φιλάνθρωπος, ἄνθρωπος γίνεται τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαλούμενος. Ὅτι δὲ λογικὸν καὶ νοερὸν ζῷον ὁ ἄνθρωπος, οὐδεὶς ἀντερεῖ. Πῶς οὖν ἄνθρωπος γέγονεν, εἰ σάρκα ἄψυχον ἢ ψυχὴν ἄνουν ἀνέλαβεν; Οὐ τοῦτο γὰρ ἄνθρωπος. Τί δὲ καὶ τῆς ἐνανθρωπήσεως ἀπωνάμεθα τοῦ πρωτοπαθήσαντος μὴ σεσωσμένου μηδὲ τῇ συναφείᾳ τῆς θεότητος ἀνακεκαινισμένου τε καὶ νενευρωμένου; «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἀναλαμβάνει τοίνυν ὅλον τὸν ἄνθρωπον καὶ τὸ τούτου κάλλιστον ὑπὸ ἀρρωστίαν πεσόν, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται. Νοῦς δὲ ἄσοφος ἐστερημένος τε γνώσεως οὐκ ἂν εἴη ποτέ· εἰ γὰρ ἀνενέργητος καὶ ἀκίνητος, καὶ ἀνύπαρκτος πάντως. Τὸ κατ' εἰκόνα ἀνακαινίσαι βουλόμενος ὁ θεὸς λόγος γέγονεν ἄνθρωπος. Τί δὲ τὸ κατ' εἰκόνα εἰ μὴ ὁ νοῦς; Τὸ κρεῖττον οὖν παρεὶς τὸ χεῖρον ἀνέλαβε; Νοῦς γὰρ ἐν μεταιχμίῳ ἐστὶ θεοῦ καὶ σαρ κός, τῆς μὲν ὡς σύνοικος, τοῦ θεοῦ δὲ ὡς εἰκών. Νοῦς οὖν νοῒ μίγνυται, καὶ μεσιτεύει νοῦς θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι· εἰ γὰρ ψυχὴν ἄνουν ὁ κύριος ἀνέλαβεν, ἀλόγου ζῴου ψυχὴν ἀνέλαβεν. Εἰ δέ, ὅτι σάρκα γεγενῆσθαι τὸν λόγον, ἔφη ὁ εὐαγγελιστής, ἰστέον ὡς παρὰ τῇ ἁγίᾳ γραφῇ ποτὲ μὲν ψυχὴ λέγεται ὁ ἄνθρωπος ὡς τὸ «ἐν ἑβδομήκοντα πέντε ψυχαῖς εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον», ποτὲ δὲ σὰρξ ὡς τὸ» ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ». Οὐ σὰρξ τοίνυν ἄψυχος οὐδὲ ἄνους, ἀλλ' ἄνθρωπος γέγονεν ὁ κύριος. Φησὶ γοῦν αὐτός· «Τί με δέρεις ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Ἀνέλαβε τοίνυν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἡγεμονικῇ μὲν τῆς σαρκός, ἡγεμονευομένῃ δὲ ὑπὸ τῆς τοῦ λόγου θεότητος. Εἶχε μὲν οὖν φυσικῶς καὶ ὡς θεὸς καὶ ὡς ἄνθρωπος τὸ θέλειν, εἵπετο δὲ καὶ ὑπετάσσετο τῷ αὐτοῦ θελήματι μὴ κινούμενον γνώμῃ ἰδίᾳ, ἀλλὰ ταῦτα θέλον, ἃ τὸ θεῖον αὐτοῦ ἤθελε θέλημα. Παραχωρούσης γὰρ τῆς θείας θελήσεως ἔπασχε τὰ ἴδια φυσικῶς. Ὅτε μὲν γὰρ παρῃτεῖτο τὸν θάνατον, φυσικῶς τῆς θείας αὐτοῦ θελησάσης θελήσεως καὶ παραχωρησάσης παρῃτήσατο τὸν θάνατον, ἠγωνίασέ τε καὶ ἐδειλίασε. Καὶ ὅτε ἤθελεν ἡ θεία αὐτοῦ θέλησις αἱρεῖσθαι τὴν ἀνθρωπίνην αὐτοῦ θέλησιν τὸν θάνατον, ἑκούσιον αὐτῇ τὸ πάθος ἐγίνετο· οὐ γὰρ καθὸ θεὸς μόνον ἑκουσίως ἑαυτὸν παρέδωκεν εἰς θάνατον, ἀλλὰ καὶ καθὸ ἄνθρωπος. Ὅθεν τὴν κατὰ τοῦ θανάτου τόλμαν καὶ ἡμῖν ἐχαρίσατο. Οὕτω γοῦν πρὸ τοῦ σωτηρίου πάθους φησί· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο»· δηλονότι ὡς ἄνθρωπος τὸ ποτήριον πίνειν ἔμελλεν, οὐ γὰρ ὡς θεός. Ὡς ἄνθρωπος τοίνυν θέλει τὸ ποτήριον παρελθεῖν· ταῦτα τῆς φυσικῆς δειλίας τὰ ῥήματα. «Πλὴν μὴ τὸ ἐμὸν γινέσθω θέλημα» ἤτοι καθ' ὅ σου ἑτεροούσιός εἰμι, «ἀλλὰ τὸ σὸν» ἤτοι τὸ ἐμὸν καὶ σόν, καθ' ὅ σου πέφυκα ὁμοούσιος· ταῦτα τῆς εὐτολμίας τὰ ῥήματα. Πρότερον γὰρ τῆς φυσικῆς ἀσθενείας πειραθεῖσα κατ' αἴσθησιν τὴν ἐπὶ τῷ χωρισμῷ τοῦ σώματος καὶ φυσικὴν συμπάθειαν παθοῦσα ἡ τοῦ κυρίου ψυχὴ ὡς ἀληθῶς ἀνθρώπου γενομένου κατ' εὐδοκίαν αὐτοῦ, αὖθις τῷ θείῳ νευρωθεῖσα θελήματι τοῦ θανάτου καταθαρρύνεται. Ἐπειδὴ γὰρ ὁ αὐτὸς ὅλος ἦν θεὸς μετὰ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ θεότητος, αὐτὸς ὡς ἄνθρωπος ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ ὑπέταξε τὸ ἀνθρώπινον τῷ θεῷ καὶ πατρὶ τύπον ἡμῖν ἑαυτὸν ἄριστον καὶ ὑπογραμμὸν διδοὺς καὶ ὑπήκοος τῷ πατρὶ γέγονεν. Αὐτεξουσίως δὲ ἤθελε τῷ τε θείῳ καὶ τῷ ἀνθρωπίνῳ θελήματι· πάσῃ γὰρ λογικῇ φύσει πάντως ἐμπέφυκε τὸ αὐτεξούσιον θέλημα. Εἰς τί γὰρ ἕξει τὸ λογικὸν μὴ αὐτεξουσίως λογιζομένη; Τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζῴοις δημιουργὸς ἐνέσπειρε πρὸς σύστασιν τῆς οἰκείας φύσεως αὐτὰ ἄγουσαν· λόγου γὰρ ἀμοιροῦντα οὐ δύναται ἄγειν, ἀλλ' ἄγεται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Ὅθεν ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηται. Ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινεῖται καὶ μακαρίζεται οὔτε ὡς