τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατούντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδῳ προσορμισθεὶς, τάς τε τριήρεις τοῦ τυράννου κατέφλεξε, καὶ τὴν τῶν στρατιωτῶν κατηκόντισε φάλαγγα, καὶ τὸ φρούριον εἴληφεν. αὖθις δὲ ὁ Φωκᾶς, χεῖρα περὶ αὑτὸν πλείστην στρατιωτῶν ἠθροικὼς, τῷ Σκληρῷ ἐπιτίθεται, καὶ τοῦτον τρεψάμενος ἐν Ἐκβατάνοις πρὸς τοὺς Ἀγαρηνοὺς φυγεῖν παρεσκεύασεν. ηʹ. Εἶτ' αὖθις ἐπεὶ τὸ λῃστρικὸν τῶν συνωμοτῶν τοῦ Σκληροῦ Βάρδα τελέως ἐσκίδνατο, τὰς δυνάμεις ἀνειληφὼς ὁ αὐτοκράτωρ Βασίλειος ἠπείγετο κατὰ τῶν Μυσῶν. ἡ γὰρ ἐκείνων αὐθάδεια καὶ ἀπήνεια, φονικὸν περιπνέουσα, τὴν Ῥωμαϊκὴν ἐσίνετο ἐπικράτειαν, καὶ τὰ τῶν Μακεδόνων ἀφειδῶς ἐληΐζετο, ἡβηδὸν ἅπαντας διαφθείρουσα. τῷ τοι καὶ θερμότερον ἤπερ ἔδει μᾶλλον κινηθεὶς ἢ προμηθέστερον, αὐτοβοεὶ καθελεῖν ταύτην ἠπείγετο. ἀλλὰ τῶν ἐλπίδων ἐπηρείᾳ τύχης ἡμάρτανεν. ἐπεὶ γὰρ τὰς ἐστενωμένας καὶ κρημνώδεις ἀτραποὺς διοδεύσας, κατὰ τὴν Σαρδικὴν ἐπεχωρίασεν, ἣν καὶ Τράλιτζαν ἡ Σκυθικὴ συνήθεια κέκληκεν, ἐνταῦθα τὸν τοῦ στρατοπέδου ἐπήξατο χάρακα, καὶ αὐτὴν παρακαθισάμενος, ἐφ' ἡμέραις εἴκοσιν ἐφρούρει. ἀλλ' οὐδὲν εἶχεν ἀνύσειν, τῇ κακοπραγίᾳ τῶν στρατηγῶν ἐς ῥᾳστώνην καὶ νωθείαν ἀποκλινάσης τῆς στρατιᾶς. τοίνυν πρότερον μὲν τοὺς ἐπὶ χιλὸν καὶ χορτάσματα τοῦ χάρακος ἐξιόντας ἐνεδρεύσαντες οἱ Μυσοὶ, πολὺν φόνον εἰργάσαντο, καὶ πλῆθος ὑποζυγίων καὶ ἵππων ἀπήγαγον. ἔπειτα τῶν ἑλεπόλεων καὶ τῶν λοιπῶν μηχανημάτων ἀπειρίᾳ τῶν προσαγηοχότων ταῦτα τοῖς τείχεσιν ἀπρακτησάντων, καὶ πυρποληθέντων παρὰ τῶν δυσμενῶν· ἐπεὶ καὶ σπάνις τῶν ἀναγκαίων κατεῖχε τὴν στρατιὰν, τῶν συμπεφορημένων ἐπισιτισμῶν ἤδη ἀναλωθέντων, τῷ μὴ πεφεισμένως ἀλλ' ἄδην κατεμφορεῖσθαι αὐτῶν, ἐνσκευασάμενος συνάμα τῇ στρατιᾷ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει. πανημέριος δὲ διοδεύσας, ἐπί τινα λόχμην 172 διεσκηνίσατο, καὶ τὴν πληθὺν διανέπαυε. μήπω δὲ τῆς πρώτης φυλακῆς τῆς νυκτὸς συμπεραιωθείσης, ἐξαίφνης ἀστὴρ παμμεγέθης ἐκ τοῦ ἑῴου μέρους τοῦ χάρακος ὁρμηθεὶς καὶ τὰς σκηνὰς περιλάμψας ἀπλέτῳ φωτὶ, ἐπὶ τὸ ἑσπέριον μέρος παρ' αὐτὴν τὴν ταφρείαν καταπεσὼν, καὶ εἰς σπινθῆρας συχνοὺς διαιρεθεὶς, ἀπεσβέσθη. τὴν αὖθις δὲ τοῦ στρατοῦ παρεδήλου διαφθορὰν ἡ τοῦ ἀστέρος καταφορά. ἔνθα γὰρ τοιουτότροπόν τι γενέσθαι συμβέβηκε, τοῦ ὑποκειμένου πανολεθρίαν ἐσήμηνε. τεκμήριον τοῦτο σαφὲς ὁ ἐπὶ τῆς Τρωϊκῆς πληθύος κατενεχθεὶς ἀστὴρ, ὁπηνίκα Πάνδαρος τῷ Μενελάῳ ἐπετοξάζετο· ἐκεῖ γὰρ αὐθημερὸν ἡ Τρωϊκὴ φάλαγξ πρὸς τῶν Ἀχαιῶν εἰς φυγὴν ἀγεννῆ συνεκλείετο. καὶ ἐπὶ τῶν Ῥωμαϊκῶν δὲ πολέμων εὕροι τις ἂν, τὴν ἱστορίαν μετιὼν, τὸ τοιοῦτον πολλάκις συμβὰν, καὶ τὸ στράτευμα διαφθαρὲν, ἵνα τὸ φάσμα ἐπέσκηψεν. εἴδομεν δὲ καὶ αὐτοὶ ἐπὶ τῆς τοῦ προέδρου Βασιλείου ἑστίας τοιοῦτόν τι κατενεχθέν· καὶ μήπω καιροῦ συχνοῦ διαῤῥεύσαντος ἐκεῖνόν τε τοῦ βίου ὑπαπελθόντα, καὶ εἰς διαρπαγὴν καὶ προνομὴν ἐκδοθέντα τὰ αὐτῷ διαφέροντα. ἀλλὰ περὶ μὲν τῆς τοῦ ἀστέρος φαντασίας ὧδέ πη ἐχέτω· τότε δὲ, κατὰ τὴν ὑστεραίαν, διά τινος ὑλώδους καὶ σηραγγώδους αὐλῶνος διῄει τὸ στράτευμα· ἐκεῖνον δὲ μόλις παραδραμὸν, χαραδρώδεις καὶ ἀνάντεις κατελάμβανε χώρους· ἐν οἷς οἱ Μυσοὶ Ῥωμαίοις ἐπιθέμενοι πλεῖστον ὅτι πλῆθος ἀνδρῶν διέφθειραν, καὶ τήν τε βασίλειον ἀρχὴν καὶ τὸν πλοῦτον εἰλήφεσαν, καὶ τὴν ἀποσκευὴν τῆς στρατιᾶς ἐλαφυραγώγησαν ἅπασαν. τότε δὴ καὶ αὐτὸς ὁ ταῦτα ἐκ 173 τραγῳδῶν ἐκεῖσε παρήμην, τῷ κρατοῦντι δυστυχῶς συνεπόμενος καὶ τῇ τοῦ διακόνου λειτουργίᾳ ὑπηρετούμενος. καὶ κᾂν ἐξεχύθη μου παρὰ μικρὸν τὰ διαβήματα, καὶ μαχαίρας Σκυθικῆς