Σίδης τοῦ τὰ κοινὰ διοικεῖν, προφάσεις διὰ παρενθέτων προσώπων κατ' αὐτοῦ ἐσκαιωρηκώς, παραγκωνίζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον τὸν Καίσαρα, καὶ τῷ βασιλεῖ περιφρονούμενον ἢ μᾶλλον εἰπεῖν ὕποπτον ἀπεργάζεται. καὶ ἁπλῶς πάντας τοὺς οἰκειοτάτους πολεμιωτάτους εἶναι συκοφαντήσας καὶ τῆς τοῦ βασιλέως ἀποστερήσας ἐγγύτητος, ὅλον εἰς ἑαυτὸν ὑποποιεῖται τὸν μειρακίσκον ἄνακτα. καὶ τοῦτο ἦν βασιλικὸν ἐπίταγμα καὶ συντήρημα, ὅπερ τῷ κακίστῳ τούτῳ Νικηφόρῳ συνέδοξεν. ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθώων ἀνδρῶν καὶ ἀποτίσεις ἀχρεωστήτων, καὶ κρίσεις τῷ δημοσίῳ τὸ πλέον ἢ τῷ δικαίῳ προσνέμουσαι, ἀφ' ὧν δημεύσεις κα 183 θολικαί τε καὶ μερικαί, κατηγορίαι συχναί, φισκοσυνηγορίαι πολλαί, καὶ θρῆνος τῶν πασχόντων καὶ σκυθρωπότης οὔτι μικρά. Ἀλλὰ τούτων οὕτω γινομένων καὶ κακῶς διαγινομένων θεήλατός τις ὀργὴ τὴν ἑώαν κατέλαβεν· οἱ γὰρ ἐκ Περσίδος ἐπιφανέντες Τοῦρκοι τοῖς Ῥωμαϊκοῖς ἐπιστρατεύσαντες θέμασι, δεινῶς κατελυμαίνοντο καὶ κατῄκιζον ταῦτα ταῖς συνεχέσιν ἐπιδρομαῖς. σκεψάμενος δ' ὁ βασιλεὺς στρατιὰν ἐλάσαι κατ' αὐτῶν ἀξιόλογον, συναγείρει μὲν στρατόπεδον, νεώτερον δὲ τούτοις ἡγεμόνα προβάλλεται. συνίστησι δ' αὐτῷ καί τινα Λατῖνον Ῥουσέλιον ἐπονομαζόμενον, Φράγγους αὐτῷ παραδοὺς τῶν τετρακοσίων οὐχ ἥττονας. ἐν δὲ τῷ Ἰκονίῳ γενομένου τοῦ στρατοπέδου, καὶ φιλονεικίας συνενεχθείσης τινός, ἀποστατεῖ τηνικαῦτα προφανῶς ὁ Ῥουσέλιος, καὶ τοὺς Φράγγους παραλαβὼν ἑτέραν ἐτράπετο, καὶ τὰ καθ' ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει βουλήματι. ἀνελθὼν οὖν εἰς Μελιτηνὴν καὶ Τούρκοις τισὶ συντυχὼν ἀριστεύει κατ' αὐτῶν, ἐξ ἐφόδου τούτοις ἐπεισπεσών. τὸ δὲ λοιπὸν ἅπαν τῶν Ῥωμαίων στρατόπεδον τῇ Καισαρέων μητροπόλει παραβαλὸν ἐν ταύτῃ τὸν χάρακα τίθησι. σκεψάμενος δὲ ὁ τὴν ἡγεμονίαν τοῦ πολέμου ἐπέχων (Ἰσαάκιος ὁ Κομνηνὸς οὗτος ἦν) ἐξ ἐφόδου τοῖς ἐναντίοις Τούρκοις συμμῖξαι, προῄει μὲν τῆς νυκτὸς μετὰ μοίρας τινὸς τοῦ στρατοῦ, ἀποτυχὼν δὲ τῆς ἐπιβουλῆς τὸ ἐναν 184 τίον πάχει τῆς ἰδίας βουλῆς, καὶ τοῖς ἐναντίοις παρεσκευασμένοις περιπεσὼν ἀπαράσκευος συρρήγνυσι μὲν ἀκούσιον πόλεμον, ἡττᾶται δὲ περιγενομένων αὐτοῦ τῶν ἐναντίων τῷ πλήθει. αἰχμάλωτος δὲ γεγονὼς διὰ τὸ ἐρρωμένως ταῖς οἰκείαις χερσὶν ἀντιτάξασθαι καὶ μὴ δοῦναι νῶτα τοῖς πολεμίοις, συναποβάλλει μετὰ τῆς ἄλλης ἀποσκευῆς καὶ τὸν χάρακα, πολλῶν μὲν πεσόντων Ῥωμαίων καὶ ζωγρίᾳ ληφθέντων, πλειόνων δὲ φυγῇ τὴν ἰδίαν σωτηρίαν ἐνεγκαμένων. Ἀλλὰ τῆς φήμης ταύτης καταλαβούσης καὶ προσπεσούσης τῷ βασιλεῖ, ἔδοξε μὲν σκυθρωπόν τι παθεῖν, οὐ μὴν δὲ τῶν πολιτικῶν ἀδικημάτων ἀπέσχετο, ταῖς τοῦ Νικηφόρου κακαῖς ὑποθημοσύναις πειθόμενος, μηδὲ αὐτός, ὡς ἐφάνη, τὴν φύσιν ἔχων τοῖς συμβουλευομένοις ἀντίθετον. οἱ δὲ Τοῦρκοι τὴν ἰδίαν ἔκτοτε κατέτρεχον ἀδεῶς. ἁδροῦ δὲ χρυσίου τὴν ἐλευθερίαν ἀνταλλαξαμένου τοῦ ἡγεμόνος, καὶ αὖθις κατὰ τῶν ἐναντίων στρατὸν εὐτρεπισθῆναι καὶ πεμφθῆναι διεγινώσκετο. καὶ προχειρίζεται στρατηγὸς αὐτοκράτωρ ὁ Καῖσαρ Ἰωάννης, ὁ τοῦ βασιλεύοντος Μιχαὴλ πατράδελφος. ὃς διαπεραιωθεὶς καὶ μέχρι τοῦ ∆ορυλαίου πανστρατιᾷ διελθών, κἀκεῖσε τὴν στρατοπεδείαν καταστησάμενος, ἄρας ἐκεῖθεν προσωτέρω ἐπεπορεύετο· καὶ μέχρι τῆς γεφύρας τῆς τοῦ Ζόμπου καλουμένης, ἥτις τὸν Σαγγάρην ποταμὸν ἐπικαθημένη τὴν τῶν ἀνατολικῶν καὶ Καππαδοκῶν ἐπιζευγνύει ἐπαρχίαν, γενόμενος, πρὸ τοῦ ταύτην περαιωθῆναι τὸν 185 Ῥουσέλιον ἐμεμαθήκει πρὸς τὴν ἀντιπέραν στρατοπεδεύσασθαι, τὴν ἐκ τῆς τῶν Ἀρμενιακῶν ἄραντα μετὰ πολλῆς καὶ ἀγρύπνου τῆς ἱππασίας καὶ ἐπιτάσεως. πέμψας δὲ ὁ Καῖσαρ περὶ συνθηκῶν αὐτῷ καὶ εἰρήνης, ὡς εἰκός, διελέξατο. οὐκ ἐν ἴσῳ δὲ τῷ τῆς τύχης ἀποτελέσματί τε καὶ συγκυρήματι τὴν πρεσβείαν εἰσήνεγκεν, οὐδ' ἐπὶ φιλοτίμοις